
De Crisibus (On Crises)
Kühn 1825
καὶ ἡ φύσις τοῦ κάμνοντος ἐπὶ τὸ ψυχρότερον ῥέποι, πολλοῦ
τοῦ μεταξὺ δεήσει χρόνου πρὸς τὴν τοῦ σαφοῦς σημείου γένεσιν,
ὃν ἅπαντα τῆς ἀρχῆς ἀριθμητέον. ἔστω σοί γ’ οὖν
χειμῶνος ἀρξάμενος ἀμφημερινὸς ἐν οὕτως ἔχοντι σώματι
καθάπερ εἴρηται νῦν, ἅμα τοῖς ἀκριβῶς ἀπέπτοις καὶ ὑδατώδεσιν
οὔροις, οὐ μόνον οὐκ ἂν τῆς ἑβδόμης ἡμέρας ἐντὸς,
ἀλλ’ οὐδὲ τῆς τεσσαρεσκαιδεκάτης δύναιτό τις ἔχειν σαφὲς
σημεῖον πέψεως. οὕτω δὲ προσαγορεύω τά τε τῶν ἀμυδρῶν
μεταξὺ καὶ τὰ τῆς τελείας πέψεως. ἡ μὲν οὖν τελεία πέψις
ἐστὶν, ὅταν ἐν τοῖς οὔροις ὑφίστηταί τι λευκόν τε καὶ λεῖον
καὶ ὁμαλὸν καὶ συνεχές· ἡ δ’ ἀμυδρὰ πέψις, ὅταν ἐξ ὑδατώδους
οὔρου μετρίως ὕπωχρον γένηται. καὶ μὲν δὴ καὶ εἰ θολερὸν
γένοιτο καὶ μένοι τοιοῦτον, καὶ τοῦτο ἀσαφοῦς τέ
ἐστιν καὶ ἀμυδρᾶς πέψεως γνώρισμα. καὶ τὸ πυῤῥόν τε καὶ
λεπτὸν ἐκ ταὐτοῦ γένους ἐστίν. ἀλλ’ οὐδὲν τούτων τὴν
ἀρχὴν πεπαῦσθαι δηλοῖ. σαφεστέρου γὰρ ἀεὶ τὰ τοιαῦτα δεῖται
γνωρίσματος, ἤτοι νεφέλης λευκῆς ἢ ἐναιωρήματος ὁμαλοῦ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]