
De Crisibus (On Crises)
Kühn 1825
ἀκριβῶς ᾖ πέπονά τε καὶ πολλὰ καὶ μὴ δυσχερῶς ἀναπτυόμενα,
τῆς ἀκμῆς ὁ καιρός. ὅταν δὲ ὁμοίως μὲν ἀκριβῶς πέπονά
τε καὶ ἀλύπως ἀναγόμενα, μειωθῇ δὲ τὸ πλῆθος ἥ τ’
ὀδύνη μηκέτ’ ᾖ, πεπαῦσθαι χρὴ νομίζειν τὴν ἀκμὴν, παραλαμβάνει
γὰρ ἡ παρακμή. ὑποθώμεθα οὖν τινα πάλιν ἄῤῥωστον
ὑπὸ πλευρίτιδός τινος ἐχόμενον, οὔτ’ ἀναπτύοντά τι καὶ
οὐροῦντα λεπτὰ μὲν, ἀλλ’ εὔχροα. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν
ἀρχέσθω μὲν πτύειν, ὑγρὰ δὲ καὶ ἄπεπτα. τοῦτον ὅτι
μὲν οὐκ ἄν τις φαίη πρὸ τῆς ἑνδεκάτης ἡμέρας ἐν ἄλλῳ τινὶ
τοῦ νοσήματος εἶναι καιρῷ πλὴν ἐν ἀρχῇ, παντί που
δῆλον. ἐπὶ δὲ τῆς ἑνδεκάτης ἴσως μὲν ἄν τῳ δόξειε μεταπεπτωκέναι
σαφῶς, ἀλλ’ οὐχ ᾧδε ἔχει. ἡ γὰρ ἑνδεκάτη τῆς
τεσσαρεσκαιδεκάτης ἐπίδηλος οὖσα τὴν τοῦ δευτέρου καιροῦ
τῆς νόσου σαφῆ καὶ βεβαίαν ἀρχὴν ἐκείνην ἕξειν προδηλοῖ.
παραφυλάξοις γ’ οὖν αὐτὴν τὴν τεσσαρεσκαιδεκάτην, εἰ τοῖς
ἑνδεκάτης προδεδηλωμένοις ὁμολογεῖ. καὶ μετὰ ταύτην αὖθις
τὴν ἑπτακαιδεκάτην, ἐπεὶ καὶ ἥδε τῆς εἰκοστῆς ἐστιν ἐπίδηλος,
ὡς ἐν τοῖς περὶ κρισίμων εἴρηται. φέρε δὴ κατὰ ταύτην αὐτὸν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]