
De Crisibus (On Crises)
Kühn 1825
πτύσαι μικρὰ μὲν, πέπονα δὲ, κατὰ τὴν εἰκοστὴν τούτῳ δυνατόν
ἐστίν τινα γενέσθαι κρίσιν, οὐ μὴν τελείαν γε διὰ τὴν
τοιαύτην αἰτίαν, ὅτι οὐ τὴν αὐτὴν ἔχουσι δύναμιν, οὔτ’ αὖ
τῶν ἐπιδήλων αἱ πρῶται ταῖς ὑστέραις, οὔθ’ αἱ πρῶται κρίσιμοι
ταῖς ἐξ ὑστέρου κρισίμοις. ἀλλ’ ἰσχυρότεραι μὲν αἱ
πρῶται. χρονίζοντος δ’ ἤδη τοῦ νοσήματος ἀσθενέστεραι
γίνονται. χρὴ τοίνυν ἐπὶ προήκοντι τῷ νοσήματι, καὶ μάλισθ’
ὅταν ἱκανῶς ἄπεπτον ᾖ, μεγάλην γίνεσθαι μεταβολὴν,
ἵν’ ἀσφαλὴς ἐλπισθῇ κρίσις. μεγάλη δέ τίς ἐστι μεταβολὴ, πέπονα
τελέως οὐρῆσαί τε καὶ πτύσαι. τοιαῦτα δὲ οὐχ ὑπέκειτο
τὰ κατὰ τὴν ἑπτακαιδεκάτην. ὥστε οὐκ ἐνδέχεται κατὰ τὴν
εἰκοστὴν ἡμέραν τὸν τοιοῦτον ἄῤῥωστον ἀπαλλαγῆναι τοῦ νοσήματος,
ἢ καὶ κριθῆναι τελέως· ἀλλ’ ἀρκεῖ μεταβολήν τινα
ἀξιόλογον γενέσθαι. δυνήσεται γὰρ ἔν τινι τῶν ἐφεξῆς κρισίμων
ἡ τελεία λύσις ἀπαντῆσαι. ἆρ’ οὖν ὑπόθεσις μόνον ἐστὶν
ὁ λόγος, ἢ καὶ τοιοῦτος ὦπται ἄῤῥωστος; ἐμοὶ μὲν δοκεῖ
ταῦτ’ ἔχειν ἅπαντα τὰ νῦν εἰρημένα ὁ ἐν τῷ τρίτῳ τῶν
ἐπιδημιῶν ὑφ’ Ἱπποκράτους γεγραμμένος ὄγδοος, ἀπὸ τῆς
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]