
De Crisibus (On Crises)
Kühn 1825
καὶ λευκή. ἄδιψος ἐγένετο. εὔπνους. τετάρτῃ καὶ τριακοστῇ
ἵδρωσε διόλου, ἀπύρετος ἐκρίθη πάντη. τούτῳ τἄλλα, καθάπερ
ὑπεθέμεθα ἡμεῖς, φαίνεται γεγονότα καὶ τῶν οὔρων,
εἰ καὶ μὴ πολλάκις, ὡς εἴωθεν ἐπὶ τῶν ἄλλων ἀῤῥώστων,
ἀλλὰ δίς γ’ οὖν μνημονεύσας ἐν ἀρχῇ μὲν ὡς λεπτῶν, ἐπὶ δὲ
τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας προσγράψας οὔροις ὑπόστασις
πολλὴ λευκὴ δῆλός ἐστιν ἀκριβῶς πέπονα τότε πρῶτον
αὐτὸν οὐρῆσαι λέγων. διὰ τοῦτ’ οὖν, ὡς καὶ πρόσθεν εἶπον,
ἐπὶ μὲν τῆς εἰκοστῆς ἐκρίθη τινὰ ἐλλιπῆ κρίσιν, διότι κατὰ
τὴν ἑπτακαιδεκάτην ἤρξατο μικρὰ πέπονα πτύειν. οὐ μὴν τελεία
γε ἡ κρίσις ἐγένετο, διότι μηδὲ πέψις ἀκριβὴς οὔρων, ἢ
πτυέλων· διὰ τοῦτο οὖν ἐρεῖ· διψώδης δὲ ἦν καὶ τῶν
ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. ἐνταῦθα οὖν μοι
πάλιν ἀναμνησθεὶς ὡς ὀρθῶς εἴρηται, τὰ ἐγκαταλιμπανόμενα
ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς εἴωθε ποιεῖν.
τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας τὴν διήγησιν ἀνάγνωθι,
τόνδε τὸν τρόπον ἔχουσαν· ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]