
De Crisibus (On Crises)
Kühn 1825
ὑπήρξατο πέψεως. εἶθ’ ἡ ἑπτακαιδεκάτη σαφέστερον ὑπέδειξε
σημεῖον πέψεως. εἶθ’ ἡ εἰκοστὴ κρίσιν ἐλλιπῆ. μετὰ δὲ
ταύτην ἡ ἑβδόμη καὶ εἰκοστὴ τελείας πέψεως ἤνεγκε γνώρισμα.
διὰ τοῦτο οὖν ἐπιφέρων ἐρεῖ· τετάρτῃ καὶ τριακοστῇ
ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐγένετο, ἐκρίθη πάντῃ. δῆλον γὰρ
ὡς ἐν ταῖς ἑπτὰ ταῖς μετὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐπέφθη
τε ἅμα καὶ ἐξεκρίθη σύμπαντα τὰ τοῦ νοσήματος αἴτια, διὰ
μὲν τῶν οὔρων τὰ τοὺς πυρετοὺς ἐργαζόμενα, διὰ δὲ τῶν
πτυσμάτων τὰ κατὰ τὸν θώρακα. μεμνῆσθαι δὲ χρὴ τοῦδε
τοῦ λόγου πρός τε τὰ παρόντα καὶ τὰ μέλλοντα λεχθήσεσθαι,
καὶ τὰ τρία ταῦτα ἡγεῖσθαι ἀλλήλων διαφέροντα, τήν
τε ἀμυδρὰν πέψιν καὶ τὴν σαφῆ καὶ τὴν τελείαν. ἀμυδρὰ μὲν
γὰρ κατὰ τὴν ια΄, σαφὴς δὲ κατὰ τὴν ιζ΄, τελεία δὲ κατὰ τὴν ζ΄
καὶ εἰκοστὴν ἐγένετο, μεθ’ ἥν ἐν ἑπτὰ ταῖς ἁπάσαις ἡμέραις
ἡ νόσος ἐλύθη, καὶ οὕτως ξύμπας ὁ καιρὸς ἀκμὴ ἐγένετο,
καθάπερ ἐν τοῖς ἐφεξῆς ἔτι σαφέστερον ἐπιδειχθήσεται. τοῦτο
οὖν τὸ πτύελον, ὃ κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐφάνη,
εἴπερ ἐφάνη κατὰ τὰς πρώτας ἡμέρας τοῦ νοσήματος μετὰ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]