
De Crisibus (On Crises)
Kühn 1825
ὁπότ’ οὖν τοξικὴν οὕτω σμικρὰν τέχνην, ὡς καὶ τοῖς ἀνδραπόδοις
ἀσκεῖσθαι καλῶς, οὐ δυνατόν ἐστιν εὐθὺς ἐξ ἀρχῆς
κατορθοῦσθαι, τί χρὴ νομίζειν ἐπὶ τῆς τῶν Ἀσκληπιῶν τέχνης,
οὕτω μὲν πολλῆς θεωρίας δεομένης, οὕτω δ’ ἀκριβοῦς τε καὶ
φιλοπόνου τῆς ἐπ’ αὐτῶν τῶν ἔργων τριβῆς; εἰ μὲν δή τις
εἴης τῶν ἐπὶ τοῖς καλλίστοις ταλαιπωρεῖσθαι προῃρημένων,
ἅπαντα μὲν πρώτως ἔκμαθε ἀκριβῶς, τὰ λεγόμενα καθ’ ἕκαστον
τῶν νοσημάτων, ἐφεξῆς δ’ ἐπὶ τῶν ἔργων ἄσκησον.
εἶθ’ οὕτως ἐπιχείρει κρίνειν αὐτὰ, πότερον ἀληθῶς ἢ ψευδῶς
εἴρηται. εἰ δ’ ἀταλαίπωρός τε καὶ ῥᾴθυμος εἴης, ἢ ταλαίπωρος
μὲν ἀλλ’ εἰς τὰ χείρω, πλοῦτόν τε καὶ τιμὴν καὶ
δύναμιν πολιτικὴν ἀληθείας προαιρούμενος, ἄμεινόν σοι μηδ’
ἅπτεσθαι τῆσδε τῆς θεωρίας, μηδ’ εἰς ἀνάπλεων βορβόρου
φρέαρ ἐμβάλλειν ὕδωρ καθαρόν. ἀφανίσεις τε γὰρ τὸ ὕδωρ
καὶ τὸ φρέαρ οὐδὲν ὠφελήσεις. τὴν οὖν ἁπλῆν διάθεσιν ἑκάστου
τῶν νοσημάτων, ἐπὶ γὰρ τὸν τῆς ἀληθείας ἑταῖρον ἤδη
τρέψομαι, πρῶτον ἄσκησόν μοι γνωρίζειν αὐτὴν ἐφ’ ἑαυτῆς,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]