
De Crisibus (On Crises)
Kühn 1825
οὐκ ἐκ τῶν ἔξωθεν αὐτῇ προσκειμένων μόνον, ἅπερ οἱ πολλοὶ
θεῶνται, ἀλλὰ πρῶτον μὲν καὶ μάλιστα ἐκ τῶν κατὰ τὴν
ἰδίαν οὐσίαν ὑπαρχόντων· ἐπεὶ δ’ ἤδη καὶ τῶν ὡς ἐπὶ τὸ
πολὺ συμβεβηκότων. οἷον ἐπὶ τοῦ καλουμένου τριταίου μὴ
τοῦτο μόνον ἐπισκέπτου, τὸ διὰ τρίτης γίνεσθαι τοὺς παροξυσμοὺς,
εἰς ἀπυρεξίαν τελευτῶντας. εἰ γὰρ ἤτοι δύο τριταῖοι
γενηθεῖεν, ἢ δύο τεταρταῖοι, καθ’ ἑκάστην μὲν ἡμέραν
οἱ δύο τριταῖοι· διὰ τρίτης δ’ οἱ δύο τεταρταῖοι παροξύνονται,
ἢ τοὺς δύο τριταίους ἕνα νομίσεις ἀμφημερινόν· ἢ τοὺς
δύο τεταρταίους ἕνα τριταῖον. ἀλλὰ τὴν ἰδέαν ἐπισκοπεῖσθαί
σε κελεύω τῶν πυρετῶν. οὔτε γὰρ ταῖς εἰσβολαῖς τῶν
παροξυσμῶν ἐοίκασιν, οὔτε ταῖς ἀναβάσεσιν, οὔτε ταῖς ἀκμαῖς,
οὔτε ταῖς παρακμαῖς, οὔτε τῇ ποιότητι τῆς θερμασίας,
οὔτε τῇ κινήσει τῶν ἀρτηριῶν, οὔτε τοῖς ἐπιγινομένοις συμπτώμασιν.
εἰ μὲν οὖν μηδέποτ’ ἦν θεάσασθαι τριταῖόν τε καὶ
ἀμφημερινὸν, αὐτὸν καθ’ ἑαυτὸν ἑκάτερον, ἄδηλος ἂν ἦν
αὐτῶν ἡ διάγνωσις, ἐπεὶ δὲ καὶ τριταῖον, αὐτόν ἐστιν ἰδεῖν
καθ’ ἑαυτὸν, ἀρξάμενόν τε καὶ προελθόντα καὶ τελειωθέντα
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]