De Crisibus (On Crises)
Kühn 1825
πυρετῶν εὔφορος, ἡ χώρα δ’ οὐχ ὁμοίως ἡ θερμὴ καὶ ξηρὰ
τῆς ὑγρᾶς καὶ ψυχρᾶς εὐφορωτέρα; παντί που δῆλον· τί οὐχὶ
καὶ τοῦ κάμνοντος ἡ κρᾶσις αὐτοῦ; καὶ τοῦτ’ ἀναγκαῖον. εἰ
δὲ καὶ διαιτηθείη θερμότερόν τε καὶ ξηρότερον, ὅπερ ἐστὶν ἐν
πόνοις μὲν πλείοσι καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ λύπαις,
ἐδέσμασί τ’ ἐλάττοσί τε καὶ χολωδεστέροις, ἆρ’ οὖν οὐχὶ καὶ
κατὰ ταῦτα χολωδέστερος ἂν αὐτὸς ἑαυτοῦ γένοιτο, καὶ δηλονότι
θερμότερός τε καὶ ξηρότερος; ὅτι μὲν γὰρ ἐπὶ θερμοῖς
καὶ ξηροῖς αἰτίοις ἡ ξανθὴ χολὴ πέφυκεν ἀθροίζεσθαι,
παρ’ Ἱπποκράτους ἐμάθομεν, ἄλλοθί τε πολλαχόθι κἀξ ὧν
ἐν θέρει πλεονάζειν αὐτήν φησι. ταῦτ’ εἴρηταί μοι· καὶ
τριταίου πυρετοῦ γένεσιν ἤδη μεμάθηκας. ὃς γὰρ ἂν ἐν θέρει
μὲν γένηται, καὶ τούτῳ μάλιστα θερμῷ τε καὶ ξηρῷ,
τοιοῦτον δὲ ᾖ καὶ τὸ χωρίον, καὶ ἡ τοῦ κάμνοντος φύσις
ὁμοία, καὶ τὰ πρόσθεν διαιτήματα πρὸς ταῦτ’ ἄγοντα, τριταῖος
οὗτος δύναται εἶναι. καὶ μὴν ἄχρι γε τούτου χολώδη
πυρετὸν ἐγεννήσαμεν τῷ λόγῳ, τριταῖον δ’ οὔπω δεόντως.
εἰ γὰρ συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστους αὐτό τε
θέρος ἕκαστόν τε τῶν εἰρημένων αἰτίων ἀπεργάζεται, κοινὴ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]