
De Crisibus (On Crises)
Kühn 1825
ἐρχομένων, τῶν τέως ἡσυχαζόντων περιττωμάτων. ἅπαντα
γὰρ ταῦτα κινούμενά τε καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων
ἐπιφερόμενα νύττει τε καὶ κεντεῖ καὶ τιτρώσκει. κἀντεῦθεν
τήν τε ἀνώμαλον αἴσθησιν καὶ τὸ ῥίγος καὶ τὸν κλόνον ἐπιφέρει.
ταυτὶ μὲν οὖν ἑτέρωθι λέλεκται. τριταῖος δὲ πυρετὸς
ἔκγονος ὑπάρχων τῆς ξανθῆς χολῆς κινουμένης, εὐλόγως εὐθὺς
καταρχὰς, ῥίγος οὐκ ἀγεννὲς ἐπιφέρει, διαφέρων αὐτῷ τούτῳ
πρῶτον τοῦ τεταρταϊκοῦ ῥίγους, τῷ κεντεῖσθαι δοκεῖν καὶ τιτρώσκεσθαι
τὸν χρῶτα. τοιαύτη γὰρ ἐν τριταίοις πυρετοῖς
ἡ τοῦ ῥίγους αἴσθησις, ὥσπερ ἐν τεταρταίῳ, κατάψυξιν
ἔχουσα σφοδρὰν, ὁμοιοτάτην τῇ διὰ κρύος ἐν χειμῶνι γινομένῃ.
ἐδείκνυτο γὰρ δὴ καὶ τῷ τεταρταίῳ πυρετῷ χολὴ μέλαινα
πλεονάζουσα μάλιστα, καθάπερ ἐν τοῖς ἀμφημερινοῖς
τὸ φλέγμα. τὸν οὖν ἀκριβῆ τριταῖον οὐκ ἐνδέχεται μὴ οὐ
μετὰ ῥίγους σφοδροῦ γενέσθαι, νύττοντος καὶ τιτρώσκοντος
τὴν σάρκα. τεταρταῖος δὲ πυρετὸς οὐκ εὐθὺς ἀπὸ τῆς πρώτης
ἡμέρας εἰσβάλλει μετὰ ῥίγους σφοδροῦ· προϊόντι γὰρ αὐτῷ
καὶ αὐξανομένῳ συναύξεται καὶ τὸ ῥίγος, ἥτ’ αἴσθησις οὐ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]