
De Crisibus (On Crises)
Kühn 1825
ἔτ’ ἀναμένεις τὴν ληρώδη διάτριτον, οὐκ ἂν οὐδ’ ὄνος ἔτι Θεσσάλειος,
ἀλλά τις εἴης λίθος. εἰ δὲ καὶ οὐρήσαντος αὐτοῦ
τὸ οὖρον ὑπόπυῤῥόν τε καὶ ὑπόξανθον εἴη καὶ συμμέτρως
παχύ, καὶ μικρὸν ὕστερον ἢ νεφέλην λευκὴν ἢ ἐναιώρημα
χρηστὸν ἐργάζοιτο, νῦν μὲν ἂν οὐκέτ’ οὐδὲ λίθος ἁπλῶς,
ἀλλὰ μυλίας τις ἂν εἴης λίθος, εἰ μήπω γνωρίζεις, ὅτι καὶ
τριταῖος οὗτος ὁ πυρετός ἐστι καὶ ἀκριβὴς τριταῖος, καὶ τὴν
τετάρτην οὐχ ὑπερβαίνοι περίοδον. πυῤῥοτέρων δὲ τῶν οὔρων
ὄντων, καὶ μήτ’ ἐναιωρήματος μηδενὸς μήτε νεφέλης ἐν τῇ
πρώτῃ περιόδῳ φανείσης, εἰς τὰς ἑπτὰ περιόδους ἐκταθήσεται.
πάντων δ’ ἁπλούστατός ἐστι τριταίων πυρετῶν, ὃς ἂν
ἅπανθ’ ὅσα περ εἶπον ἔμπροσθεν, ἀκριβῶς εἶναι τριταίου
γνωρίσματα προσδείξας, ὑπόστασιν ἐν τοῖς οὔροις λευκὴν
καὶ λείαν καὶ ὁμαλὴν ποιήσεται κατὰ τὴν πρώτην ἡμέραν.
οὐ γὰρ ὑπερβήσεται τὴν τρίτην οὗτος περίοδον. ἄγε οὖν
ἐπειδὴ πάντ’ εἴρηται τὰ τοῦ γνησίου τριταίου γνωρίσματα,
καθάπερ τινὰ γενεαλογίαν αὐτοῦ διὰ κεφαλαίων ποιησάμενοι
μεταβῶμεν οὕτως ἐφ’ ἕτερον. ὁ μὲν παροξυσμὸς εἰσβάλλει μετὰ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]