De Crisibus (On Crises)
Kühn 1825
ῥίγους σφοδροῦ, τοὺς σφυγμοὺς οἵους εἴρηκα ποιούμενος.
ἔπειτ’ ὀλίγον ὕστερον αὔξεταί τε καὶ πρὸς τὴν ἀκμὴν ἐπείγεται
σὺν οἷς εἴρηται πᾶσιν. εἶτα λύεται καθ’ ὃν εἴρηται
τρόπον. ἡ γένεσις δὲ αὐτοῦ καταστάσεως μὲν αὐχμηρᾶς καὶ
θερμῆς δεῖται, καὶ τὸ σύμπαν φάναι, θερινῆς ὥρας, ἡλικίας
δ’ ἀκμαστικῆς καὶ χολώδους φύσεως, ἐν πόνοις καὶ φροντίσι
καὶ ἀγρυπνίαις καὶ τροφῶν ἐνδείαις γεγενημένης. καὶ εἰ βούλει
πρόσθες τούτοις διὰ τοὺς λιθίνους τούτους μεθοδικοὺς,
ὅπερ εἴωθέ που καὶ ὁ Ἀρχιγένης προσγράφειν. ἔστω δὲ δή
που καὶ ἡ παροῦσα κατάστασις ἐπιδημίαν ἐνηνοχυῖα τριταίων,
ἵνα τοῖς τεχνικοῖς γνωρίσμασι καὶ τὸν ἰδιωτικὸν μὲν,
ἀληθῆ δὲ στοχασμὸν προσθεὶς, αὐξήσῃς τὸ πιστὸν τῆς προγνώσεως.
ὦ πρὸς τῶν θεῶν οὔπω τοῦτον ἐροῦμεν εἶναι τριταῖον,
ἀλλὰ τὴν τῶν ἐριουργῶν ἀναμενοῦμεν διάτριτον, ἣν
ἐν τῇ γυναικωνίτιδι τρεφόμενος ὁ ληρώδης Θεσσαλὸς ὑπὸ πατρὶ
μοχθηρῶς ἔρια ξαίνοντι, κακῶς ἐτόλμα λέγειν Ἱπποκράτην
τε καὶ τοὺς ἄλλους παλαιούς; ὁ τὰ τῆς ἰατρικῆς ἅπαντα
θεωρήματα καταλαζονευσάμενος ἑστῶτα ὑπάρχοντα καὶ βέβαια,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]