
De Crisibus (On Crises)
Kühn 1825
οὐδ’ ὅτι τρεῖς αὐτοῦ τύπου συνόχου διαφορὰς εἰδότες, ἴδιον
ἐφ’ ἑκάστης αὐτῶν ὄνομα φέρουσι· τοὺς μὲν ἐπακμαστικοὺς,
τοὺς δὲ ὁμοτόνους, τοὺς δὲ ἀκμαστικοὺς, τοὺς δὲ παρακμαστικοὺς
ὀνομάζοντες ἤδη, διὰ τοῦτο κατὰ γένος αὐτοῖς
ἡγητέον εἶναί τινα διαφοράν. ὅθεν οὐδ’ εἰς τὴν παροῦσαν
πραγματείαν ἡ διάγνωσις αὐτῶν, μέγα τι συντελεῖ. πάντες
γὰρ οὗτοι, κατὰ τὴν πρώτην ἑβδομάδα κρίνονται. τούτου
δὲ εἰς παρόντα χρεία, τοῦ λαβεῖν τινα τῆς ὅλης τοῦ νοσήματος
καταστάσεώς τε καὶ κρίσεως, ἐν ταῖς πρώταις ἡμέραις
ἐπίγνωσιν. εἰ μὲν γὰρ ἀκριβὴς τριταῖός ἐστιν, ἐντὸς τῶν ἑπτὰ
περιόδων· εἰ δ’ ἀκριβὴς καῦσος, ἐντὸς τῆς πρώτης ἑβδομάδος
ἐξ ἀνάγκης κριθήσεται. χρονιοῦσι δὲ πάντως ὅ τ’ ἀμφημερινὸς,
καὶ ὁ παρακείμενος αὐτῷ συνεχής. ὥσπερ καὶ ὁ
τεταρταῖός τε καὶ ὁ διὰ τετάρτης. ὥστε τρία μέν ἐστι τὰ
σύμπαντα γένη τῶν ἁπλῶν πυρετῶν, ἕκαστον δ’ αὐτῶν εἰς
δύο τὰς πρώτας τμηθήσεται διαφοράς· ἢ γὰρ συνεχεῖς,
ἢ διαλείποντες ἔσονται. καὶ γνωρισθήσονται κατὰ τὴν πρώτην
ἡμέραν. οἱ μὲν εὐθὺς εἰσβαλλόντων τῶν παροξυσμῶν, οἱ δ’
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]