
De Crisibus (On Crises)
Kühn 1825
περὶ τῆς τῶν πυρετῶν σημειώσεων δέκα βιβλία μακρὰ φάσκοντες
εἶναι, μόνην ἀναγινώσκειν ἐπιχειροῦσι τὴν ἐπιτομὴν, οὐδὲ
ταύτην ἅπαντες, ἀλλ’ εἰσὶν οἳ καὶ ταύτης ἔτι βραχύτερόν τι
ζητοῦσι. εἰσὶ δὲ οἳ καὶ μέμφονται, διότι βιβλίον ὅλον ἔγραψε
περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ. καὶ τούτῳ μὲν ἐντυχεῖν οὐχ
ὑπομένουσιν, οὐδὲ πεισθῆναί τε καὶ μαθεῖν ὅσον Ἐρασίστρατος
ἐσφάλη περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ, κελεύσαντες δέ τι
περὶ τῶν πυρετῶν αὐτοῖς ῥηθῆναι, τὴν πρώτην εὐθὺς οὐ
συγχωροῦσι διαφοράν, ὡς οἱ μὲν ἐπὶ τόποις πεπονθόσι, οἱ
δὲ ἄνευ τούτων συνίστανται. ταὐτὸ δὴ τοῦτο καὶ περὶ κρίσεων
πεπόνθασι, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς παραλελειμμένοις,
μεμφόμενοι δὲ τῷ μήκει τῶν εἰρημένων, καίτοι τοῦ μήκους ᾧ
μέμφονται, διττοῦ τὴν φύσιν ὑπάρχοντος, ὡς ἐγὼ νῦν διαιρήσομαι.
καὶ ταῦτ’ ἄμφω ψέγουσι καὶ μᾶλλον αὐτῶν ἔτι
τὴν βραχυλογίαν, ταύτην μὲν ὡς ἤτοι παραλείπουσάν τινα
τῶν ἀναγκαίων, ἢ πάντως γε μὴ σαφῶς ἐκδιδάσκουσαν. τοῦ
δὲ μήκους, τοῦ μὲν ἅπαντα ἐκδιδάσκοντος τὰ χρήσιμα, μετὰ
τοῦ διαβάλλειν τὰ ψευδῶς τισιν ὑπειλημμένα, λῆρον εἶναί
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]