
De Crisibus (On Crises)
Kühn 1825
ὥστε καὶ Πλάτων αὐτοῦ μέμνηται. τὸ δ’ οὕτω τούτων ἐχόντων
ἐκλέγεσθαι μέσον εἶδος λόγων, ἄριστον εἶναί μοι φαίνεται.
τί δὲ τὸ μέσον ἐστὶν, οὗπερ ἐγὼ νῦν ἔχεσθαί μοι δοκῶ.
δεικνὺς μὲν ἃ χρὴ γινώσκειν ἐξ ἀνάγκης τὸν μέλλοντα καλῶς
προγνώσεσθαι λύσιν νοσήματος, ὁποία τέ τις ἔσοιτο καὶ καθ’
ὅντινα χρόνον. οὐχ ἅπαντα δ’ αὐτὰ νῦν ἐπεξερχόμενος, ἀλλ’
ὅσα ἀσαφῶς εἴρηται τοῖς ἔμπροσθεν ἐξηγούμενος. ὅσα δὲ
παραλέλειπται, προστιθείς. τὸ δ’ ἤτοι τὰ καλῶς θ’ ἅμα
καὶ σαφῶς εἰρημένα μεταγράφειν, ἢ τοῖς ψευδῶς εἰρημένοις
ἀντιλέγειν, ὡς εἰς μακρολογίαν ἀπάγον, ἐφυλαξάμην.
ἐπεὶ τοίνυν ἀποδέδεικται μὲν ἐν τῷ πρώτῳ λόγῳ τῶν
Ἱπποκράτους ἀφορισμῶν ἡμῶν ἐξηγουμένων, ὡς καὶ ἐξ αὐτῆς
τοῦ νοσήματος τῆς φύσεως, οὐ σμικρὰν πρόγνωσιν ἔνεστιν
λαβεῖν εἰς τὰ μέλλοντα, θαυμαστὸν εἶναι δοκεῖ τοῖς πολλοῖς,
εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν εἴσεταί τις τῆς νόσου
τὴν ἰδέαν, ἐπειράθημεν ἐπιδεῖξαι θαυμαστὸν μὲν ἴσως ὑπάρχον,
οὐ μὴν καὶ ἀδύνατόν γε. καὶ τὴν ὁδὸν, ᾗ χρὴ τοῦτο
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]