
De Crisibus (On Crises)
Kühn 1825
τοὺς πλείστους μέντοι κατὰ τὴν δευτέραν, ἢ πάντως
γε τὴν τετάρτην ἀκριβῶς ἐξευρεῖν ἐγχωρεῖ. οὐδὲν γάρ ἐστιν
οὔτε γένος οὔτ’ εἶδος νοσήματος, ὃ μὴ περὶ τὴν τρίτην ἡμέραν,
ἢ τὴν τετάρτην ἐναργῶς ἔσται δῆλον ἧς τινος ἔχεται
φύσεως. εἰσβαλλέτω γάρ τις πυρετὸς φρικώδης τε ἅμα καὶ
παντοίως ἀνώμαλος ἔν τε τοῖς σφυγμοῖς καὶ τῇ καθ’ ὅλον
τὸ σῶμα θερμασίᾳ, ὡς πολλάκις ἐγγὺς ἀκμῆς εἶναι νομιζόμενος,
ἢ καὶ τὰ μέσα τῆς ἀναβάσεως ἐπέχειν. αὖθις δ’ ἐπιγίνεσθαι
φρικώδης καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ
ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἔχειν. καὶ τὴν
θερμασίαν ἀποχωροῦσαν μὲν τῶν ἄκρων, πλεονάζουσαν δὲ
κατὰ τὴν γαστέρα τε καὶ τὸν θώρακα, τοῦτον οὐκ ἄν τις
ἀλόγως ἐλπίσειεν ἡμιτριταῖον ἔσεσθαι. μᾶλλον δ’ ὑπάρχειν
μὲν ἤδη, γνωρισθήσεται δὲ τοῖς πολλοῖς ἐπὶ τῆς τρίτης ἡμέρας.
ἀλλ’ οὗτος μὲν μικτός ἐστιν ἔκ τε τοῦ χολώδους καὶ
τοῦ φλεγματώδους πυρετῶν, τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων,
οὐκ ἐπιπλεκομένων ἀλλήλοις, ἀλλὰ διόλου κεραννυμένων.
ὁ δ’ ἐξ ἐπιπλοκῆς αὐτῶν τετραχῶς γίνεται, ἢ τριταίου
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]