
De Crisibus (On Crises)
Kühn 1825
παροξυσμὸν εἶχεν ἀκριβῶς ἡμιτριταϊκὸν, ἐν δὲ ταῖς περιτταῖς
ἕωθεν μέν τινα τοῦ προγεγονότος πολύ τι μικρότερον, ὡς
ἐπιπαροξύνεσθαι δοκεῖν τῇ ἑτέρᾳ τῶν ἡμερῶν τὸν ἡμιτριταϊκὸν,
ὅπερ δὴ καὶ συνήθως γίνεται ἐν αὐτῷ. περὶ δὲ τὴν
ὀγδόην ὥραν τῆς ἡμέρας ἕτερος εἰσέβαλλε μετὰ ῥίγους σφοδροῦ
παροξυσμὸς, ἀκριβῶς ἅπαντα τριταίου πυρετοῦ φέρων
τὰ γνωρίσματα. θραυόμενος δ’ οὗτος ὥρας που νυκτὸς τρίτης,
ἱδρῶτί τε καὶ χολῆς ἐμέτῳ, παρέτεινεν εἰς τὴν τῆς ἀρτίου
δευτέραν ὥραν. ἤδη δὲ αὐτὸν ἐγγὺς ἀπυρεξίας ἥκοντα, διεδέχετο
πάλιν ὁ φρικώδης τε καὶ ἀνώμαλος ἐκεῖνος παροξυσμὸς,
ὃν ἐν ταῖς ἀρτίαις ἔφαμεν γίνεσθαι. κἄπειτα δι’ ὅλην τὴν ἡμέραν
κακοήθως ὑποστενόμενός τε καὶ αὖθις ἐπιτιθέμενος, μόλις
που τὴν ἀκμὴν ἀπελάμβανεν ἡλίου δύνοντος. ἤρχετο δὲ παρακμάζειν
ὥρας που τετάρτης τῆς νυκτὸς, εἶθ’ ἕωθεν πάλιν
ἐπὶ δαψιλεῖ λειψάνῳ παραύξησις οὐ λίαν ἀνώμαλος ἕως τῆς
ὀγδόης ὥρας ἐπετείνετο, κᾄπειτα δοκοῦντα σαφῶς ἀκμάζειν
ἤδη τὸν πυρετὸν τοῦτον ἕτερος ἐξεδέχετο παροξυσμὸς ἀκριβῶς
τριταϊκός. τοῦτον ἡμεῖς τὸν πυρετὸν εὐθὺς μὲν κᾀν τῇ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]