
De Crisibus (On Crises)
Kühn 1825
ὠνόμαζε τῶν ἡμετέρων διδασκάλων, εἶθ’ οὕτως ἐπιχειρεῖν τοῖς
ἔργοις. τὸ τεχνωθῆναι δ’ ἐστὶ τὸ γνῶναι τῆς ὑποβεβλημένης
τῇ τέχνῃ συμπάσης ὕλης πρῶτον μὲν καὶ μάλιστα τὰς ἁπλᾶς
δυνάμεις, εἶθ’ ἑξῆς τὰς μίξεις αὐτῶν, ὁπόσαι τέ τινές εἰσι
καὶ ὁποῖαι. καὶ γὰρ δὴ καὶ περὶ φαρμάκων συνθέσεώς τε καὶ
χρήσεως ἡ αὐτὴ μέθοδος, ὡς ἐν τοῖς περὶ αὐτῶν ὑπομνήμασιν
ἐπιδέδεικται. διττῆς δὲ ὕλης οὔσης τοῖς ἰατροῖς, ἑτέρας
μὲν ἐφ’ ᾗ, ἢ ἐν ᾗ γίνεται τὸ τέλος, ὅπερ ἐστὶν αὐτὰ τὰ τῶν
ἀνθρώπων σώματα, δευτέρας δὲ τῆς τῶν βοηθημάτων, ὑφ’
ὧν, ἢ δι’ ὧν γίνεται τὸ τέλος, ἡ μὲν περὶ τῶν φαρμάκων
πραγματεία τῆς δευτέρας ὕλης ἐστὶν, ἡ δὲ νῦν ἐνεστῶσα
τῆς πρώτης. χρὴ γὰρ νῦν ἐκμαθεῖν ἐν τοῖς περὶ πυρετῶν λόγοις
ὡς τρία τὰ σύμπαντά ἐστι γένη τῶν ἐπὶ χυμοῖς σηπομένοις
ἀναπτομένων πυρετῶν. ἔνιοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ
χολῇ καὶ πλεῖστοί γ’ ἐπὶ τῷ φλέγματι συνίστανται. λόγος δ’
οὗτος οὐ σμικρός ἐστιν, ὅ τι ποτὲ πασχόντων τῶν εἰρημένων
χυμῶν ἀνάπτεται πυρετός. οὐ γὰρ δὴ κατὰ τὴν φύσιν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]