De Crisibus (On Crises)
Kühn 1825
ἀκριβῆ παύσασθαι τὸν πρῶτον· εἶτ’ αὖθις τὸν δεύτερον· ὁ
τρίτος ὡσαύτως διαδέχεται, πρὶν καὶ τοῦτον εἰς ἀπυρεξίαν
ἀφικέσθαι. μάλιστα δὲ συμβαίνει τοῦτ’ ἐν τοῖς μακροτέροις
παροξυσμοῖς. ἐν γὰρ τοῖς ἐντὸς τοῦ πρώτου διαστήματος
παυομένοις, οὕτω δ’ ὀνομάζουσι τὸν τῶν δώδεκα ὡρῶν χρόνον,
ἢ παμπόλλας ἐπιπλακῆναι χρὴ περιόδους, ἤ τὸν ἐκ τῶν
διαλειπόντων συντεθειμένον ἀδύνατον εἰς συνέχειαν ἀφικέσθαι.
παμπόλλους δὲ τῶν οὕτως ἐπιπλεκομένων πυρετῶν οἱ
μὴ γεγυμνασμένοι περὶ τὰ τοιαῦτα τῶν ἰατρῶν, εἰ μὲν ὀξύτεροι
φαίνοιντο, πάντας ἡμιτριταίους ὀνομάζουσιν, εἰ δὲ βραδύτεροι
κινοῖντο, πλάνητας. ἐπειδὴ γὰρ ἅπαξ ἐξουσίαν ἔλαβον
ἔν τε τοῖς ἡμιτριταίοις ὑποστολὰς πολλὰς γίνεσθαι νομίζειν
ἔν τε τοῖς πλάνησιν ἀτάκτους ἀρχὰς, ἅπαντας οὕτω
τοὺς πυρετοὺς, ἐφ’ ὧν οὐχ εὑρίσκουσι τὴν σύνθεσιν, ἡμιτριταίους,
ἢ πλάνητας ὀνομάζουσι, καίτοι γε πολλάκις σαφεστάτην
ἔχουσι τὴν ἀναλογίαν. ὥσπερ ὁ νεανίσκος ὁ περὶ τὰ
τέλη τοῦ φθινοπώρου τῇ πρώτῃ τῶν ἡμερῶν ὥρας που πέμπτης
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]