De Crisibus (On Crises)
Kühn 1825
πᾶσιν ἐφάνη, καὶ τοῖς ἡμιτριταῖον εἶναι νομίζουσιν αὐτὸν,
ὡς ἐσφάλλοντο τὰ μέγιστα. τοῦ τε γὰρ μήκους τῶν παροξυσμῶν
εἰς ὥρας ὀκτὼ συναιρεθέντος, αὐτῆς τε τῆς εἰσβολῆς
οὐκέτι προληπτικῶς γινομένης, ἀλλ’ ὡς ὥραιν που δυοῖν
ὑστεριζούσης, εἰς ἀπυρεξίαν ἐπαύοντο τελείαν οἱ παροξυσμοὶ,
καὶ οὕτω δὴ κατὰ βραχὺ τοῦ μήκους ἀφαιροῦντες ἐπαύσαντο,
πρῶτον μὲν ὁ κουφότατος, ἐφεξῆς δὲ ὁ δεύτερος
τῷ μεγέθει, καὶ τρίτος ὁ σφοδρότατος ἐξ αὐτῶν. ὅπερ
οὐδ’ αὐτὸ μετρίως ἐμαρτύρησε τρεῖς εἶναι τριταίους εὐθὺς
ἐξ ἀρχῆς αὐτούς. ἀλλ’ οὗπερ ἕνεκα ταῦτα σύμπαντα λέγεται,
ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι, τὸ δεῖν ἠσκῆσθαι διαγινώσκειν
ἀκριβῶς ἁπάσας τὰς ἁπλᾶς διαθέσεις, ὥστε καὶ μόνας
συνισταμένας εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐκ τοῦ
ῥᾴστου γνωρίζειν, ἐπιπλεκομένας δὲ ἀλλήλαις καὶ αὐτὰς, εἰ
καὶ μὴ κατὰ τὴν πρώτην ἡμέραν, ἀλλὰ κατὰ τὴν δευτέραν
γοῦν, ἢ τὴν τρίτην, ἢ πάντως γε τὴν τετάρτην ἀκριβῶς ἐπιγινώσκειν.
ἡμᾶς οὖν οὐκ ἔλαθον οἱ τρεῖς οὗτοι τριταῖοι
κατὰ τὴν δευτέραν ἡμέραν, οὐ μὴν ἐξ ἄλλου τινὸς ἢ τοῦ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]