De Crisibus (On Crises)
Kühn 1825
τῆς νόσου τὴν ἰδέαν. ἢ γὰρ ἁπλοῦς ἐστιν ὁ πυρετὸς, ἢ σύνθετος,
ἢ μετὰ τόπου πεπονθότος, ἢ ἄνευ τόπου πεπονθότος,
ἢ ἐφήμερος, ἢ ἑκτικός. ἀλλ’ εἴθ’ ἁπλοῦς εἴη πάντως,
γνωρίσματα φέρει τοῦ χυμοῦ τοῦ γεννῶντος αὐτὸν, εἴτε σύνθετος,
ἐξ ὁπόσων ἂν εἴη σύνθετος ἁπλῶν πυρετῶν, ἰσάριθμον
ἐνδείξεται καὶ τὸ πλῆθος τῶν χυμῶν. ἀλλ’ εἰ ταῦτ’ ἐνδείξεται,
καὶ εἰ χρόνιός ἐστιν, ἢ μὴ, συνενδείξεται. εἰ μὲν γὰρ
φλεγματικὸς, ἐξ ἀνάγκης χρόνιος, ἔτι τε μᾶλλον, εἰ μελαγχολικός·
εἰ δ’ αὖ πικρόχολος, ὀλιγοχρόνιος. οὕτω δὲ καὶ ὁ
τόπος ὁ πεπονθὼς μὲν ἐν κινήσει πολλῇ καὶ θερμὸς καὶ
μανὸς καὶ κύριος ὀξυτέραν ἔσεσθαι προδηλοῖ τὴν νόσον.
ὁ δὲ μήτ’ ἐν κινήσει συνεχεῖ καὶ ψυχρὸς καὶ πυκνὸς καὶ ἄκυρος,
εἰς χρόνον ἐκπέμπεσθαι μακρότερον. ὡσαύτως δὲ καὶ ἡ διάθεσις
ἡ μὲν δυσκινητοτέρα καὶ ψυχροτέρα καὶ πυκνοτέρα
χρονιεῖν, ἡ δ’ εὐκίνητος καὶ θερμοτέρα καὶ μανωτέρα ταχέως
λυθήσεσθαι. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν αἰτίων γινώσκειν.
ὥσθ’ ὅστις ἀκριβῶς ὅλην γνῷ τοῦ νοσήματος
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]