De Crisibus (On Crises)
Kühn 1825
προσέτι τῶν ἐπιφαινομένων, ἐκ μὲν τῆς τοῦ νοσήματος ἰδέας
εἰς τρεῖς τούτους ἀποβλέπων ἁπλοῦς καὶ πρώτους πυρετοὺς,
τὸν φλεγματώδη καὶ τὸν μελαγχολικὸν καὶ τὸν πικρόχολον.
ἄσκησον δὲ γνωρίζειν αὐτοὺς πρότερον ἀκριβεῖς τε καὶ γνησίους,
οὕτω γὰρ καὶ δυνήσῃ ποτὲ καὶ μεμιγμένους ἐξευρίσκειν.
ἀκριβεῖς δὲ καὶ γνήσιοι τότ’ εἰσὶν, ὅταν ἡλικία καὶ ὥρα
καὶ χώρα καὶ κατάστασις καὶ φύσις καὶ τὰ προγεγονότα διαιτήματα
καὶ τὰ παρόντα συμπτώματα καὶ πάνθ’ ἁπλῶς ὅσα
πρόσθεν εἶπον οἰκεῖα τοῦ χυμοῦ τῆς ἰδέας ὑπάρχῃ. μενόντων
μὲν οὖν τῶν χυμῶν κατὰ τὰς φλέβας οἱ συνεχεῖς ἐπ’ αὐτοῖς
γίνονται πυρετοί· κινουμένων δὲ καὶ πάντῃ τοῦ σώματος
ὠθουμένων οἱ μετὰ ῥίγους ἢ φρίκης ἰσχυρᾶς ἀρχόμενοι, σὺν
ἱδρῶτι δὲ πάντως εἰς ἀπυρεξίαν τελευτῶντες. ἔστι δ’ αὐτῶν
ὁ μὲν τριταῖός τε καὶ ὁ διὰ τρίτης ὀλιγοχρόνιος, ὁ δὲ τεταρταῖος
καὶ ὁ διὰ τετάρτης πολυχρόνιος. ἧττον δὲ χρόνιος
τούτου ὅ τ’ ἀμφημερινός ἐστι καὶ ὁ καθ’ ἑκάστην ἡμέραν
παροξυνόμενος. εἰ τούτους εἰδείης ἑτοίμως γνωρίζειν, οὐκ ἂν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]