
De Crisibus (On Crises)
Kühn 1825
ἔτι χαλεπὸν ἐξευρίσκειν οὐδὲ τοὺς ἐπὶ τόποις τισὶ πεπονθόσι
συνισταμένους. ἐν γὰρ τοῖς φλεγμαίνουσι μορίοις ἅπασιν ἡ
σφήνωσις τῶν χυμῶν εἴργουσα διαπνεῖσθαι καλῶς τὸν τόπον
εὐθὺς μὲν σήπει τοὺς χυμοὺς, εὐθὺς δὲ καὶ θερμασίαν ἀνάπτει
τινὰ μοχθηρὰν, οἵα κᾀν τοῖς ἄλλοις ἅπασι τοῖς σηπομένοις
γεννᾶται. ταύτης οὖν τῆς θερμασίας ὁ χαρακτὴρ ὅταν
ἁπλοῦς ᾖ, τῶν εἰρημένων τινὶ πυρετῶν ἐξ ἀνάγκης ἔοικε·
μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἷς ἐξ ἐκείνων ἐστὶν, ἢ πικρόχολος,
ἢ μελαγχολικὸς, ἢ φλεγματικός. ἤκουσας δέ που λέγοντος
Ἱπποκράτους τίνες εἰσὶν ὀξεῖαι νόσοι, ἢ ὡς ταύτας
καλοῦσιν ὀξείας νόσους, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς,
ὥστ’ εἴπερ ἰδίᾳ τε καὶ καθ’ ἑαυτὸν ἕκαστον τῶν πυρετῶν
ἀσκήσαις γνωρίζειν, οὐκ ἂν ἔτι χαλεπῶς, οὐδ’ ὅταν ἅμα
πνεύμονος ἢ σπληνὸς ἢ ἥπατος ἢ γαστρὸς φλεγμονή τις εὑρίσκοιτο,
διαγνώσῃ τε τὴν ἰδέαν αὐτοῦ καὶ τὸ μέχρι λύσεως
μῆκος ὅλης τῆς νόσου προγνώσῃ. πάντως γάρ που τὸ
ῥεῦμα τὸ τὴν φλεγμονὴν ἐργασάμενον ἢ τῆς ξανθῆς χολῆς
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]