
De Crisibus (On Crises)
Kühn 1825
οὗτοι, χωρὶς χυμῶν σηπεδόνος, ἢ μορίου φλεγμονῆς, ἔξω
τῶν ἐπὶ βουβῶσιν. αἱ προφάσεις δ’ αὐτῶν τῆς γενέσεως ἀγρυπνία
καὶ ἀπεψία καὶ λύπη καὶ φόβος καὶ θυμὸς καὶ φροντὶς,
ἔκκαυσίς τε καὶ ψύξις καὶ κόπος καὶ μέθη καὶ πάνθ’ ὅσα
τοιαῦτα. πῶς οὖν καὶ τούτους γνωρίζειν ἐν τῇ πρώτῃ τῶν
ἡμερῶν χρὴ, ἐφεξῆς δίειμι· κοινῇ μὲν ἁπάντων ὁ σφυγμὸς εἰς
τάχος ἐπιδίδωσι καὶ πυκνότητα, πολλάκις δὲ καὶ μέγεθος.
ἀκριβῶς δὲ ἀποσώζει τὴν κατὰ φύσιν ὁμαλότητά τε καὶ μαλακότητα
καὶ τάξιν, ὡσαύτως δὲ καὶ τὰ οὖρα τὰ μὲν ἐναιωρήματα
χρηστὰ, τὰ δ’ ὑποστάσεις ἴσχει, τὰ δὲ νεφέλας,
εὔχροα δὲ πάντα, καθάπερ καὶ ἡ θερμασία πάντων μὲν
ἀτμώδης ἐστὶν, ἀλλὰ τοῖς μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῆς ἁφῆς
ἐπιβολῇ, τοῖς δ’ ἐξ ὑστέρου, καὶ πάντ’ αὐτῶν ἄπεστι τὰ κακοήθη
συμπτώματα, περὶ ὧν Ἱπποκράτης ἐδίδαξεν ἡμᾶς ἐν
προγνωστικῷ. ταῦτα μὲν οὖν ἁπάντων ἐστὶ κοινὰ σημεῖα
τῶν ἐφημέρων πυρετῶν· ἴδια δ’ ἑκάστῳ, καθάπερ εἴρηταί
μοι κᾀν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν. ἄρξομαι
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]