
De Crisibus (On Crises)
Kühn 1825
δὲ καὶ νῦν ἀπὸ τῶν ψυχικῶν παθῶν τοῦ λόγου, φροντίδος
καὶ φόβου καὶ θυμοῦ καὶ λύπης. εἰ μὲν δὴ μενόντων ἔτι τῶν
τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γένοιτο, διὰ τῶν σφυγμῶν μάλιστα
πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγμῶν γέγραπται.
μετὰ δὲ ταῦτα καὶ τὴν ἀπὸ τῶν ἄλλων εἰσάγειν
διάγνωσιν. εἰ δ’ αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δ’ ἡ διάθεσις,
ἀμυδρὸν μέν τι κᾀν τοῖς σφυγμοῖς εὑρήσεις γνώρισμα
τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσῃ δέ σοι καὶ
χωρὶς τῶν σφυγμῶν τὰ λοιπὰ πάντα. κοινῇ μὲν γὰρ ἅπασι
πυῤῥότερα τὰ οὖρα, πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης
μᾶλλον ἢ πλῆθος θερμασίας, ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν.
ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς
λυπηθεῖσιν ἢ τοῖς φροντίσασι, καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης
καί τις ἀήθης ἄχροια. ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν
φροντισάντων κοινὰ, μάλιστα δὲ τοῖς ὀφθαλμοῖς ἐστι διορίζειν.
ἔνεστι γὰρ ἐκ τούτων τεκμήρασθαι κᾀν τοῖς ὑγιαίνουσι
μὲν τὸ τῆς ψυχῆς ἦθος, καὶ νοσούντων δὲ σαφέστατα σημεῖα
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]