
De Crisibus (On Crises)
Kühn 1825
τῷ γε δυναμένῳ συνορᾷν. οὕτως μὲν δὴ τοὺς διὰ μαθήματά
τε καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν
προσήκει, τούς γ’ ἐπ’ ἀγρυπνίας, διορίζει μὲν καὶ τὸ τῆς
ἀχροίας εἶδος. ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον καὶ
αἱ τῶν ὀφθαλμῶν κινήσεις δῆλαι, μόγις γὰρ ἐπαίρουσι τὰ
βλέφαρα, καὶ μὴν ὑγρότης δὲ, ξηροὶ γὰρ γίνονται τοῖς λυπηθεῖσιν,
ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα,
λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη καὶ
θυμοῦ. τούτῳ γὰρ οὔτε τὰ τῆς κοιλότητος τῶν ὀφθαλμῶν
οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα, καὶ μὴν θερμασία πλείων τε
καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη. καὶ τὸ μέγεθος τῶν
σφυγμῶν οὐκ ἀφαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης
καὶ φροντίδος, ὥστε θυμὸν μὲν καὶ πάνυ σαφῶς αὐτῶν
διοριεῖς. ἀλλήλων δὲ ἐκεῖνα, καθάπερ προείρηται, τῶν δ’
ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ
τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς
ἐπὶ κόπῳ πυρέξασι κοινὸν, ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]