
De Crisibus (On Crises)
Kühn 1825
παροξυσμοῦ χρόνῳ. τῷ δὲ ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν ὅσοι
μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς, ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους
ἀναφέρεται, τισὶ δὲ κἀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ
ξηρότης παραμένει. γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν,
ἢ ἐγκαυθεῖσιν, ἢ ψυχθεῖσιν ἅμα τῷ κόπῳ. καὶ μὲν
δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει.
μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δέ εἰσι τοῖς ἄλλοις.
οἱ δὲ ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος ἀναπτόμενοι πυρετοὶ,
πυκνοῦται δὲ ἢ ψυχόμενον, ἢ ποιότητος στρυφνῆς
ἀθρόως αὐτῷ ἐμπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν τῷ
ὕδατι τῷ στυπτηριώδει ἐγένετο, οὗτοι μόνοι πάντων πυρετῶν
στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν,
ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν τοὺς ἐπὶ τοῖς κόποις.
οὐ γὰρ ἂν οὐδ’ ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην
διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά
πώς ἐστι, πρᾳεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν
φαινομένη, δριμεῖα δὲ, εἰ χρονίσαις ἐπὶ πλέον, γινομένη. οὐ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]