
De Crisibus (On Crises)
Kühn 1825
κακοηθέστερον. ἡγεῖται δὲ τῶν ἐκκρίσεών τε καὶ τῶν ἀποστάσεων
τούτων οὐ σμικρὰ ταραχὴ κατὰ τοῦ κάμνοντος σῶμα.
καὶ γὰρ δυσφορίαι καὶ ἀγρυπνίαι καὶ παραφροσύναι καὶ κώματα
καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ δυσαισθησίαι καὶ ἀλγήματα
κεφαλῆς καὶ τραχήλου καὶ στομάχου καὶ πολλῶν ἄλλων
μορίων. ἐνίοις δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ
τῶν ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούσιον ἐκρεῖ καὶ
οὖρον ἴσχεται καὶ χεῖλος σείεται, καὶ ἄλλο τι τρομῶδες γίνεται
καὶ λήθη καὶ ἄγνοια τῶν παρόντων καὶ ῥῖγος σφοδρὸν
ἐμπίπτει, καὶ τοὐπίπαν ὁ παροξυσμὸς προεισβάλλει τῆς συνήθους
ὥρας καὶ καῦμα πολὺ καὶ δίψος ἀφόρητον ἕπεται καὶ
βοῶσι καὶ ἀναπηδῶσιν, ὥσπερ ἔμπληκτοι, καὶ τὸ τῆς κατακλίσεως
σχῆμα φυλάττειν οὐ δύνανται, κἄπειτ’ ἐξαίφνης ἱδρὼς
ἐξέβρασε πολὺς, ἤ τις ἔμετος οὐκ ὀλίγος ἐπηκολούθησεν, ἢ
γαστὴρ ἀθρόως κατέῤῥηξεν, ἢ καὶ λάβρως αἱμοῤῥαγοῦσιν, ἢ
καὶ πάνθ’ ἅμα συμπίπτει, καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσιν
οὐ μικρὸς, κᾀν τούτῳ τις ἰδιωτῶν παρὼν ὑπ’ αὐτοῦ τοῦ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]