Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

ἢ καῦσος, ἢ πλευρῖτις, ἢ περιπνευμονία· ἦθος δὲ, εἰ μέτριον καὶ ἐπιεικὲς, ἢ πονηρόν τε καὶ κακόηθες. ἐφεξῆς δὲ τούτοις, εἰ κατὰ τὴν τοῦ νοσήματος ἰδέαν ἡ ἔκκρισις εἴη. εἰ μὲν γὰρ καῦσος εἴη ὁ πυρετὸς, ἢ αἱμοῤῥαγείτω διὰ ῥινῶν, ἢ ῥιγώσας σφοδρῶς ἱδρούτω πολλῷ καὶ θερμῷ δι’ ὅλου τοῦ σώματος, ἢ ἐμείτω τε καὶ διαχωρείτω χολώδη. παραπλησίως δὲ καὶ ὁ τριταῖος ἐμέτοις τε καὶ διαχωρήμασι χολώδεσι, καὶ ἱδρῶτι πολλῷ δι’ ὅλου τοῦ σώματος κρινέσθω. φλέγμα δὲ συχνὸν ἐν ἀμφημερινοῖς ἐκκενούσθω, καὶ πολλοὶ γινέσθωσαν ἱδρῶτες ἐν ὅλῳ τῷ σώματι. κρίνει δὲ καὶ φρενῖτιν ἱδρὼς χρηστὸς καὶ μᾶλλον εἰ ἐκ τῆς κεφαλῆς πολὺς καὶ θερμὸς ἐκρέοι, σύμπαντος ἱδροῦντος τοῦ ἄλλου σώματος. ἀλλὰ καὶ δι’ αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ἔστιν ὅτε φρενῖτις ἐκρίθη βεβαίως, οὐ μὴν λήθαργος ἢ περιπνευμονία χαίρουσιν αἱμοῤῥαγίαις. ἐν μέσῳ δὲ αὐτῶν ἐστι πλευρῖτις. ἧττον μὲν γὰρ ἢ καῦσος καὶ φρενῖτις, μᾶλλον δὲ ἢ περιπνευμονία καὶ λήθαργος αἱμοῤῥαγίαις λυθήσεται. λύουσι δ’ ἱκανῶς

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]