
De Crisibus (On Crises)
Kühn 1825
καὶ τὰς τοῦ ἥπατος καὶ τὰς τοῦ σπληνὸς φλεγμονὰς αἱμοῤῥαγίαι
διὰ ῥινῶν, ἐπειδὰν ἅμα πυρετοῖς ὀξέσι φλεγμαίνῃ τὰ
σπλάγχνα. καὶ πάσας δὲ τὰς καθ’ ὑποχόνδρια φλεγμονὰς τὰς
θερμὰς καὶ ὀξείας ἡ διὰ ῥινῶν αἱμοῤῥαγία κρίνει. χρὴ
δὲ καὶ κατ’ εὐθυωρίαν αἱμοῤῥαγεῖν, ἐκ δεξιοῦ μὲν μυκτῆρος
ἐφ’ ἥπατί τε καὶ τοῖς κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἐξ ἀριστεροῦ
δὲ ἐπί τε σπληνὶ καὶ τοῖς ταύτῃ μορίοις. ὀνίνησι δὲ καὶ
ἱδρὼς χρηστὸς ἁπάσας τὰς καθ’ ὑποχόνδρια φλεγμονὰς τὰς
θερμὰς καὶ ὀξείας. ἥπατος δὴ τὰ μὲν κυρτὰ φλεγμαίνοντα
τρισὶν ὑπακούει μάλιστα τρόποις ἐκκρίσεως, αἱμοῤῥαγίαις ἐκ
μυκτῆρος δεξιοῦ καὶ ἱδρῶσι χρηστοῖς καὶ οὔροις πολλοῖς, τὰ
δὲ σιμὰ διαχωρήμασί τε χολώδεσι καὶ ἱδρῶσιν, ἔστιν ὅτε δὲ
καὶ ἐμέτοις. ἐκκαθαίρεσθαι δὲ δι’ οὔρων ἐθέλει πολὺ δὴ
μᾶλλον ἔτι τῶν κυρτῶν τοῦ ἥπατος ἅπανθ’ ὅσα κατὰ νεφροὺς
καὶ κύστιν ἐπόνησαν, ὥσπερ γε τὰ κατὰ θώρακα καὶ
πνεύμονα πτύσμασιν. οἱ δὲ ἱδρῶτες ἅπασί τε πυρετοῖς οἰκεῖοι
καὶ μᾶλλον τοῖς περικαέσιν. ἐπωφελοῦσι δ’ οὐ σμικρὰ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]