De Crisibus (On Crises)
Kühn 1825
ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἴρηται. καὶ χρὴ κᾂν ἕν ἐξ αὐτῶν
ποτε ῥηθῇ, καὶ τῶν μὴ ῥηθέντων ἀναμιμνήσκεσθαι. μακρὸν
γὰρ ἂν εἴη διέρχεσθαι σύμπαντα. μετὰ δὲ ταῦτα σκοπεῖσθαι
τὰς περιόδους τῶν παροξυσμῶν, εἴτε διὰ τρίτης, εἴτε διὰ τετάρτης,
εἴτε καθ’ ἑκάστην ἡμέραν, εἴτε μηδ’ ὅλως γίνονται,
καθάπερ ἐπὶ τῶν συνόχων ἰδίως ὀνομαζομένων ἔστιν ἰδεῖν. εἰ
μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆς συνήθους
ὥρας, καὶ σφοδρότεροι γίνοιντο πολλῷ, καὶ διὰ τρίτης ἀπαντῷεν,
ἐν τάχει κριθήσεσθαι δηλοῦσι· εἰ δ’ ἀργῶς κινοῖντο
καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐφ’ ἑκάστῃ τε γίγνοιντο
ἡμέρᾳ, μετὰ πλείονα χρόνον ἔσεσθαι σημαίνουσι τὴν κρίσιν.
ἐπὶ δὲ τούτοις ἑξῆς, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τοὺς πεπασμοὺς
ὁρᾷν, καὶ τούτων μάλιστα ταῖς ἀξιολόγοις μεταβολαῖς
προσέχειν τὸν νοῦν. εἰ γὰρ ἐν ἐπιδήλοις ἡμέραις γίγνοιντο,
τὰς ἐφεξῆς αὐτῶν κρισίμους ἀπαλλάξειν τῆς νόσου τὸν
ἄνθρωπον ἐπαγγέλλονται. καθόλου γὰρ, ὡς κἀν τοῖς ἔμπροσθεν
εἴρηται λόγοις, ἡ σύμπασα κατάστασις τῶν νοσημάτων
διὰ τῶν εἰρημένων τεττάρων γενῶν γνωρίζεται, περὶ ὧν ἔφαμεν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]