Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

τελέως μὲν οὖν ὄντα τοιαῦτα κατὰ τὴν πρώτην τετράδα τὴν κρίσιν ἐπαγγέλλεται, καθότι καὶ Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ προγνωστικῷ λέγων ᾧδε· οἵ τε εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται, ἢ πρόσθεν. οὐ γὰρ ἐνδέχεται πυρετὸν οὔτε τὸν ἀσφαλέστατα πάντα κεκτημένον οὔτε τὸν ὀλεθριώτατα μὴ οὐ κατὰ τὴν πρώτην τετράδα τὸν μὲν λυθῆναι, τὸν δὲ ἀποκτεῖναι, καθάπερ εἰ καὶ μικρὸν ἀποχωρήσειεν ὁ μὲν ἀπὸ τῶν ἐσχάτως ὀλεθρίων, ὁ δ’ ἀπὸ τῶν ἄκρως σωτηρίων, οὐκ ἐνδέχεται τοὺς πυρετοὺς τούτους ἐξωτέρω προβῆναι τῆς ἑβδόμης ἡμέρας. τὸ δὲ εἴτε σφοδρὰ καὶ ἀγωνιστικὴ γενήσεται κρίσις, εἴτε μετρία, εἴτ’ οὐδ’ ὅλως κρίσις, ἀλλὰ λύσις ἁπλῶς, οὐκέτ’ ἐκ τῶν ὀλεθρίων τε καὶ σωτηρίων σημείων, ἀλλ’ ἐξ ἄλλων προγινώσκεται. δύο δ’ ἐστὶ καὶ τούτων τὰ γένη, μέγεθός τε καὶ κίνησις νοσήματος. ἐν οἷς πρώτοις εὐθὺς ἀκριβῶς χρὴ γεγυμνάσθαι καὶ διακρίνειν αὐτὰ δύνασθαι ῥᾳδίως ἤθους τε καὶ ἰδέας νοσήματος. ἀλλὰ τὴν μὲν ἰδέαν ὡς χρὴ διαγινώσκειν ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται.

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]