Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

τριταῖος γὰρ καὶ ἀμφημερινὸς καὶ τεταρταῖος καὶ ἡμιτριταῖος καὶ πλευρῖτις καὶ περιπνευμονία καὶ φρενῖτις εἴδη νοσημάτων εἰσίν. εἰ δ’ εὔηθες, ἢ κακόηθες, ἐκ τῶν ἑπομένων αὐτοῖς συμπτωμάτων ἡ διάγνωσις, ἃ διεξῆλθεν ἅπαντα σχεδὸν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ. τούτοις δὲ συγκαταριθμεῖν χρὴ καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. μέγεθος δὲ καὶ κίνησις νοσήματος ἕτερα τούτων ἐστίν. βληχροὶ γοῦν ἐνίοτε καὶ μικροὶ πυρετοὶ κακοήθεις εἰσὶ σφόδρα καὶ ἄλλοι θερμοὶ καὶ περικαεῖς, ὡς ἄσην τε ἅμα καὶ καῦμα καὶ δίψος ἀφόρητον ἐπιφέρειν, ὅμως οὐδὲν ἔχουσιν ἐνίοτε κινδυνῶδες. εἴρηται δὲ καὶ πρόσθεν ὡς εἴτε σφοδρότητά τις, εἴτε μέγεθος ὀνομάζει νοσήματος, οὐ διοίσει. τούτων δὲ ἁπάντων ἡ κίνησις διαφέρει, καὶ διαγινώσκεται τῷ χρόνῳ τῶν μερῶν τοῦ παροξυσμοῦ. τεττάρων γὰρ ἐν ἑκάστῳ παροξυσμῷ μορίων ὑπαρχόντων, ἀρχῆς τε καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς, ἤτοι ταχέως τις ἅπαντα ταῦτα διεξέρχεται πυρετὸς, ἢ βραδέως, ἢ τινὰ μὲν αὐτῶν θᾶττον, τινὰ δὲ βραδύτερον.

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]