Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

οὐκ ἐπιφέρομεν ὄνομα, τοῦτ’ ἤδη περὶ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος ἀμφισβητεῖν. ἐγὼ μὲν γὰρ ἐδίδαξα τρόπους τέτταρας ἀλλήλων διαφέροντας, καὶ τοὔνομά γε ἑκάστῳ σαφοῦς ἕνεκα διδασκαλίας ἠξίωσα θέσθαι διάφορον. εἰ δέ τις ἔχει βέλτιον, ἢ σαφέστερον ὀνομάζειν, οὐκ ἀμφισβητήσαιμι ἂν αὐτῷ τῆς κλήσεως. ἔστι δὲ οὐκ ἐν τούτῳ τὸ διδάξαι τι χρηστὸν, ἀλλ’ ἐν τῷ καὶ διαγινώσκειν ἕκαστον τῶν τρόπων παρόντα καὶ προγινώσκειν ἐσόμενον. οὐ μὴν οὐδ’ εἰ τὰς αἰτίας ἐγχειρήσαιμι λέγειν ἐφεξῆς ἑκάστου τῶν τρόπων, εἶτά τις ἀντειπὼν αὐταῖς ὡς οὐκ ὀρθῶς ἐχούσαις οἴοιτο τοῖς τρόποις αὐτοῖς ἀντειρηκέναι, δεόντως ὑπολαμβάνει. τὸ μὲν γὰρ καὶ τοσούτους εἶναι τοὺς τρόπους καθ’ οὓς ὑγιάζονταί τε καὶ ἀποθνήσκουσιν οἱ νοσοῦντες, καὶ ὀνομάζεσθαι τοῖς εἰρημένοις ὀνόμασι καὶ διαγινώσκεσθαι παρόντας ἢ καὶ μέλλοντας ἔσεσθαι προγινώσκεσθαι, τὸ χρήσιμόν ἐστιν αὐτὸ πρὸς τὰς ἰάσεις, καὶ προσήκει τοῖς μὲν ὀνόμασι συγχωρεῖν, τὰς διαγνώσεις δὲ καὶ τὰς προγνώσεις τῇ πείρᾳ βασανίζειν.

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]