De Crisibus (On Crises)
Kühn 1825
ἀληθέσιν, ὥστ’ ἀναγκαῖόν μοι τὴν φυσικὴν θεωρίαν ἐκμαθεῖν
ἀκριβῶς. σοὶ δ’ ἤδη τῶν ἔργων εὑρημένων τῆς τέχνης, ἀπόχρη
μαθεῖν τὴν ὁδὸν, ὥστ’ εἴπερ οὐκ ἔχεις χρόνον ὡς φυσικὸς
ἐκμαθεῖν ἅπαντα, τοσοῦτον γοῦν σοι παραστήτω
λογίσασθαι, διότι μήτ’ ἄλλη τίς ἐστιν ὁδὸς παρὰ ταύτην ἡ
τοῦ μέλλοντός σε προγνωστικὸν ἐργασαμένη, μήτ’ ἀναγκαῖον
ἔτι σοι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαβεῖν, ἀπολαύειν ἤδη δυναμένῳ
τῶν ἐκ τῆς ἐπιστήμης. τῷ μὲν γὰρ πρῶτον τὰ τοιαῦτα
ἐξευρεῖν ἐπιχειροῦντι κίνδυνος ἦν οὐ σμικρὸς ἀπολέσαι ματαίως
τὸν χρόνον. οὐδὲ γὰρ ἂν ἐξευρεῖν ἀληθὲς οὐδὲν ἐπὶ
διεψευσμέναις ἀρχαῖς, σοὶ δὲ τοῦ μὲν ζητεῖν ἀπηλλαγμένῳ, τὰ
δ’ ἤδη καλῶς εὑρημένα μαθεῖν ὀρεγομένῳ, περιττόν ἐστι τὰς
ἀρχὰς ἐπιστήμῃ περιλαμβάνειν, καὶ μάλιστα, εἰ μηδὲ χρόνον
ἔχοις ἱκανὸν εἰς τοῦτο μήτε προσεξευρεῖν τι τῶν λειπόντων
ἐπιθυμεῖς, ἀλλ’ ἀρκεῖ σοι μόνον ὀρθῶς χρῆσθαι τοῖς εὑρημένοις.
ὑποθέμενος οὖν τινα ζωτικὴν εἶναι δύναμιν, ἄσκησον
αὐτῆς γνωρίζειν τὴν ἐν ἀῤῥωστίᾳ τε καὶ ῥώμῃ διάθεσιν.
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]