Digital Corpus for Graeco-Arabic Studies

Galen: De Crisibus (On Crises)

Kühn 1825

ἐπειδὰν δὲ ταῦτ’ ἀσκήσῃς, αὖθις ἄσκησόν μοι σαυτὸν, ἑτοίμως διαγινώσκειν τὰς κατὰ τὸ μέγεθός τε καὶ τὸ ἦθος ἁπάντων τῶν νοσημάτων διαφορὰς, εἶθ’ ἑξῆς τούτων ἀκμῆς μελλούσης πρόγνωσιν. ὅταν δ’ ἤδη ταῦτα σύμπαντα ἐκμάθῃς, ἄσκησόν μοι σαυτὸν ἀκριβῶς στοχάζεσθαι πηλίκον νόσημα, πηλίκη ῥώμη δυνάμεως, ἐν πόσῳ χρόνῳ διενεγκεῖν ἱκανή. πολὺ δ’ εἰς τοῦτο συντελέσει καὶ ἡ ἐπὶ τῶν ἔργων τριβή. πρὶν δ’ ἕκαστον ὧν εἶπον ἀκριβῶς ἐκμαθεῖν, οὐδὲν ἂν εἴη σοι πλεῖον ἀνθρώπους νοσοῦντας θεωμένῳ. πῶς οὖν ἕκαστον αὐτῶν ἄρχεσθαι ἀκριβῶς χρὴ μανθάνειν; οὐκ ἄλλως ἢ ὡς ἔμπροσθεν εἴρηται. καὶ γὰρ ὡς χρὴ μέγεθος ἐξευρίσκειν νόσου καὶ ὡς ἦθος, ἔτι τε πρὸς τούτοις τὴν ἀκμὴν, ἀκριβῶς διελήλυθα. τὴν δὲ καθ’ ἑκάστην δύναμιν ἀῤῥωστίαν, ἢ ῥώμην, ἐν ἑτέρῳ φθάνω διῃρῆσθαι λόγῳ, τῷ περὶ πλήθους ἐπισκεπτομένῳ μανθάνειν μὲν οὖν ἐκεῖθεν αὐτῶν τὰς διαγνώσεις ἀκριβῶς, χρῆσθαι δὲ πρὸς τὰς ἰάσεις, ὡς ἐν ἑτέροις διῄρηται καὶ νῦν οὐχ ἧττον εἰς τὴν περὶ τὰς κρίσεις θεωρίαν.

Work

Title: Galen: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Series: Claudii Galeni Opera Omnia

Volume: 9

Pages: 550-768

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_077.xml [443 Kb]