
De Crisibus (On Crises)
Kühn 1825
τῶν τοιούτων, εἶναι δὲ καὶ τὰ ἄλλα σύμπαντα σημεῖά τε
καὶ συμπτώματα ὀλέθρια, τεθνήξεται μὲν πάντως ὁ τοιοῦτος
ἄῤῥωστος. ἀλλ’ εἰ μὲν ἐν περιτταῖς οἱ παροξυσμοὶ γίνοιντο,
κατὰ τὴν ζ΄ ἡμέραν κριθήσεται. εἰ δ’ ἐν ἀρτίαις, κατὰ τὴν στ.
βεβαιοτέραν δέ σοι ποιήσει τὴν προσδοκίαν ἡ κίνησις τοῦ
νοσήματος. εἰ μὲν γὰρ ὀξέως κινοῖτο, συνεπιμαρτυρήσει τῇ
ταχείᾳ κρίσει, τουτέστι τῇ κατὰ τὴν στ΄· εἰ δὲ βραδέως, τῇ
κατὰ τὴν ζ΄. ὅταν δὲ μηδὲν ἡ ἐπίδηλος ἡμέρα προδηλώσῃ περὶ
τῆς μελλούσης ἔσεσθαι κακῆς κρίσεως, οὐδ’ ἡ πρόγνωσις αὐτῆς
εὐπετής. ὅμως δεῖ κᾀνταῦθα προσέχειν τὸν νοῦν οἷς ἐρῶ
σημείοις. ἔστι δὲ αὐτῶν πρῶτον μὲν καὶ μέγιστον ἐν τοῖς ὀλεθρίοις
νοσήμασι τοῦ χωρὶς κρίσεως τεθνήξεσθαι σημεῖον ἡ
ἀῤῥωστία τῆς δυνάμεως. οὐ γὰρ ἐπεγείρεται πρὸς διαμάχησιν
τοῦ νοσήματος ἡ τοιαύτη δύναμις. δεύτερον δ’, εἰ καὶ μηδὲν
ὅλως εἴη, μηδὲ τοὐλάχιστον σημεῖον πεπασμοῦ, κᾀπὶ τούτοις,
εἰ μέγα μὲν εἴη καὶ κακόηθες τὸ νόσημα καὶ μέντοι ταχέως
κινοῖτο· ἢν γὰρ ταῦτα οὕτως ὑπάρχῃ, πάντως τεθνήξεται
πρὶν κριθῆναι ὁ ἄνθρωπος. τὴν δ’ ἡμέραν τοῦ θανάτου προγνώσῃ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]