
De Crisibus (On Crises)
Kühn 1825
ἔκ τε τοῦ πόσον ὑπερέχει τὸ νόσημα τῆς δυνάμεως
ἐπισκέψασθαι κᾀκ τῶν βαρυτέρων παροξυσμῶν. εἰ μὲν γὰρ
ἀξιόλογος ἡ ὑπεροχὴ, καὶ σμικρὸν ἀντέχειν ἡ δύναμις ἔτι φαίνοιτο,
ταχὺς ὁ θάνατος· εἰ δὲ τἀναντία, βραδύτερος. ἔστω δὴ
παραδείγματος ἕνεκα πολλὴ μὲν ἡ ὑπεροχὴ, μὴ μέντοι σαφὴς
ὑπαρχέτω, πότερα μίαν ἡμέραν, ἢ δύο παρατεῖναι δυνήσεται.
διορισθήσεται δὲ τοῦτο ταῖς παροξυσμῶν περιόδοις.
ἐν ᾗ γὰρ ὁ παροξυσμὸς ἡμέρᾳ μέλλει γίνεσθαι, κατ’ ἐκείνην
τεθνήξεται, καὶ τῆς ἡμέρας αὐτῆς τὴν ὥραν ἐν ᾗ τοῦτ’ ἔσται
ῥᾷστον ἤδη διαγνῶναι, μεμνημένων ἐν μὲν τῷ καθόλου
τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, ἡνίκα ἐδίδασκον, ἐν ὁποίοις
μὲν νοσήμασιν ἀρχαὶ τῶν παροξυσμῶν μάλιστα φέρουσι
τὸν θάνατον, ἐν ὁποίοις δὲ αἱ ἀκμαί τε καὶ παρακμαὶ, κατὰ
μέρος δὲ ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων ἡ τῶν προγεγενημένων
ἡμερῶν μνήμη συνενδείξεταί σοι πάμπολυ. καὶ γὰρ εἰ μὴ κατ’
αὐτὴν τοῦ νοσήματος τὴν ἰδέαν οἷός τε εἴης προγινώσκειν
ἐν ὁποίῳ μάλιστα μέρει τοῦ παροξυσμοῦ τεθνήξεται,
τῶν γε ἐν ταῖς ἔμπροσθεν ἡμέραις ἀναμνησθεὶς, ὁποίῳ μάλιστα
μέρει σφῶν αὐτῶν βαρύτατοί τε καὶ σὺν ὀλεθρίοις
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]