
De Crisibus (On Crises)
Kühn 1825
ἐγένοντο συμπτώμασιν, οὕτως ἂν ἔχοις τι καὶ περὶ τῶν μελλόντων
εἰκάζειν. ἔστω δὴ πάλιν ἀληθῶς ἐγνωσμένον, ὀλέθριον
μὲν εἶναι τὸ νόσημα, μὴ πολλὴ δὲ ἡ τῆς δυνάμεως ἧττα.
πρῶτον μὲν ἤδη δῆλον ὡς οὐκ ἐγγὺς ὁ θάνατος, ἔπειτα δὲ
ζητητέον εἰ δύναται γενέσθαι κρίσις. ἡ δὲ εὕρεσις ἔκ τε
τοῦ τὴν δύναμιν, ὅπως ἔχοι ῥώμης, ἐπισκέψασθαι, καὶ τοῦ
νοσήματος αὐτοῦ τὴν κίνησιν, ἔτι τε πρὸς τούτοις τὰ σημεῖα
τῶν πεπασμῶν. εἰ μὲν γὰρ ἥ τε δύναμις εὔρωστος ὑπάρχῃ καὶ
τὸ νόσημα ταχέως κινοῖτο, καί τι σημεῖον παρείη πέψεως, οὐκ
ἀπεικός ἐστιν ἐπιθέσθαι κρίσει τὴν φύσιν. εἰ δὲ ἥ τε δύναμις
ὀκλάζοι πῃ καὶ τὸ νόσημα μὴ ταχέως κινοῖτο, καὶ μηδὲν εἴη
σημεῖον πέψεως, οὐκ ἐνδέχεται κριθῆναι τοῦτον. ὅτι δὲ οὐ
πάντως, εἰ τὸ νόσημα τῆς δυνάμεως ἰσχυρότερον, ἐξ ἀνάγκης
ἄῤῥωστος ἡ δύναμις, ἐν ἑτέρῳ μοι δέδεικται λόγω καὶ χρὴ
μανθάνειν ἐκεῖθεν ἴδια γνωρίσματα δυνάμεως ἀῤῥώστου πάντα
μὲν γὰρ ἅμα διεξέρχεσθαι παντελῶς ἐστιν ἀδύνατον, μεμνῆσθαι
δὲ πάντων ἅμα καὶ μηδὲν ὧν ἔμαθέ τις ἰδίᾳ παραλείπειν.
ἀλλ’ ἐφ’ ἑκάστου τῶν νοσούντων ἅπαντα περιλαμβάνειν,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]