
De Crisibus (On Crises)
Kühn 1825
ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων
βάρος, καὶ σκοτώδεα τὰ περὶ τὰς ὄψιας, ἢ καὶ ὑποχονδρίου
σύντασις οὐ μετ’ ὀδύνης, αἱμοῤῥαγέουσι διὰ ῥινῶν.
οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές
εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ
δὲ παιδίοισιν ἐν τοῖσι τοιουτέοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ
δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ
ὁκόσοισιν ἤδη τὸ θερμὸν κρατέεται παραπληγικὰ, ἢ μανικὰ,
ἢ μελαγχολικὰ, καὶ στέρησις ὀφθαλμῶν. ἐν δὲ αὐτῷ προγνωστικῷ
Ἱπποκράτης ᾧδέ πως πάλιν φησίν· ὅστις δ’ ἂν τῶν
πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε
ὀδύνης ἐχούσης διὰ φλεγμονὴν μήτε δι’ ἄλλην πρόφασιν ἐμφανέα,
τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετὰ οἰδήματός τε
καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον τῶν κάτω.
μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες
τοῖσι νεωτέροισι τριάκοντα ἐτέων. ἐπισκέπτεσθαι δὲ
εὐθὺς χρὴ τὰ περὶ τῆς ἀποστάσεως εἰ κ΄ ἡμέρας ὁ πυρετὸς
ὑπερβάλλῃ. τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνεται, πολυχρονιωτέρου
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]