
De Crisibus (On Crises)
Kühn 1825
τοῖσι δὲ τριάκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς
ἐμέτους τούτοισι προσδέχεσθαι χρή. καὶ ταῦτα μὲν οὖν ἱκανά.
πρὸς τούτοις δ’ οὐδὲν ἧττον κᾀκείνων μεμνῆσθαι προσήκει τῶν
ἐν αὐτῷ βιβλίῳ γεγραμμένων ὑπὸ Ἱπποκράτους· κεφαλῆς δὲ
ὀδύναι ἰσχυραὶ καὶ συνεχέες σὺν πυρετῷ. εἰ μέν τι τῶν
θανατωδέων σημείων προσγένοιτο, ὀλέθριον κάρτα· εἰ δὲ
ἄτερ σημείων τοιουτέων, ὑπερβάλλει ἡ ὀδύνη κ΄ ἡμέρας, προσεπισκέπτεσθαι
χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην ἀπόστασιν
ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ ἡ ὀδύνη νεαρὰ ᾖ, προσδέχεσθαι
χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐμπύησιν. ἄλλως τε
καὶ ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους ᾖ καὶ τὸ μέτωπον. μᾶλλον
δὲ χρὴ τοῦ μὲν αἵματος προσδέχεσθαι τὴν ῥῆξιν τοῖσι
νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων, τοῖσι δὲ γεραιοτέροισι
τὴν ἐμπύησιν. καὶ μὲν δὴ κᾀν τῷ τῶν περιπνευμονικῶν
λόγῳ· οἷσι δ’ ἂν ἀποστάσιες, φησὶ, γίνονται ἐκ τῶν περιπνευμονικῶν
περὶ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω
χωρία, καὶ συῤῥιγοῦνται, οὗτοι περιγίνονται. εἶτα ἐπιφέρων
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]