
De Crisibus (On Crises)
Kühn 1825
μὴ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυωπέουσιν. εἰ γὰρ εἴη τι τοιουτέων,
ἐνταῦθα ἂν ῥέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι
πέντε καὶ τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι.
καὶ μὲν δὴ καὶ ταῦτα κατὰ τὸ προγνωστικὸν εἴρηται
Ἱπποκράτει, δηλωτικὰ τρόπων κρίσεως· ὅσοι δ’ ἂν οὖρα λεπτὰ
καὶ ὠμὰ οὐρέουσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι
σημεῖα ᾗ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι
εἰς τὰ κάτω τῶν φρενῶν χωρία. ἐν μὲν δὴ τῷ προγνωστικῷ
ταῦτα διὰ συντόμων εἴρηται πρὸς αὐτοῦ, τὸν τῆς μελλούσης
τρόπον κρίσεως, ὁποῖός τις ἔσοιτο διδάσκοντος· προστίθησι
δ’ αὐτοῖς οὐκ ὀλίγα κατὰ μέρος κατά τε τὸ προῤῥητικὸν καὶ
τὰ τῶν ἐπιδημικῶν, οἷον καὶ ὅτι πρὸ ῥίγεος ἐπισχέσιες τῶν οὔρων,
καὶ ὅτι τὰ ἐξέρυθρα ὄμματα αἱμοῤῥαγικά. κατὰ ταὐτὰ
δὲ καὶ περὶ τῶν δακρυόντων ὀφθαλμῶν καὶ τῶν μήλων τῶν
ἐρυθρῶν καὶ τῆς ῥινὸς αὐτῆς. καὶ μὲν δὴ καὶ ὡς τὸ κάτω
χεῖλος σειόμενον ἔμετον ἔσεσθαι προδηλοῖ, καὶ ὡς μετὰ κεφαλαλγίαν
κῶμα καὶ κώφωσις ἐξαίφνης γενόμενα παρωτίδων
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]