
De Crisibus (On Crises)
Kühn 1825
ἐστὶ σημεῖα, καὶ ἄλλα πολλὰ τοιαῦτα κατὰ μέρος, ἃ δυνάμει
περιέχεται πάντα διὰ τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων.
ὅλως γὰρ οὐδὲν ἄλλο χρὴ σκοπεῖν ἐπὶ τοῦ τρόπου τῆς
κρίσεως, ἀλλὰ τὴν ῥοπὴν τῆς φύσεως ἣν ἐνεδείξατο σαφῶς
ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ, τοῦτο μὲν καρδιωγμοῦ
καὶ ῥίγους μνημονεύσας, ἐφ’ ὧν ἔμετος ἔσεσθαι μέλλει, τοῦτο
δὲ δυσπνοίας καὶ μαρμαρυγῶν, ἐφ’ ὧν αἱμοῤῥαγία διὰ ῥινῶν,
ἔτι τε πρὸς τούτοις διοριζόμενος ὑπέρ τε τῶν διαχωρημάτων
καὶ τῶν οὔρων, ἐν οἷς φησι· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες,
μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνονται, μήτ’ οὖρον
πολὺ κάρτα καὶ ὑπόστασιν ἔχον πολλήν. εἰ γὰρ δή τι τούτων
γένηται, δῆλον ὡς ἐνθάδε ῥέποι τὸ νόσημα, καὶ διὰ τούτων
ἐκκαθαίρεται· μὴ ῥέποντος δὲ ἐνταῦθα καὶ μηκύνοντος περιεστικῶς,
ἀπόστασιν ἔσεσθαι προσδοκᾷν· τεκμαίρεσθαι δὲ καὶ
περὶ τούτων τὴν ῥοπὴν τῆς φύσεως. εἰς μὲν γὰρ τὰ κάτω
χωρία φησὶν ἔσεσθαι αὐτοὺς οἷς ἂν περὶ τὸ ὑποχόνδριόν
τι φλέγματος ἐγγένηται, τουτέστι τῆς φλογώσεώς τε καὶ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]