
De Crisibus (On Crises)
Kühn 1825
οὖν, ὅτε κρίσις ἔσται, προγνώσῃς ἐξ ὧν ἔμπροσθεν εἰρήκαμεν,
ἐφεξῆς ὁποία τίς ἔσται διορίζεσθαι κατὰ τάδε. πρῶτον
μὲν εἰ ὀξὺ καὶ θερμὸν τὸ νόσημα καὶ ἡ κρίσις ἐν ταῖς πρώταις
περιόδοις. ἀναγκαῖον γὰρ ἐν ταῖς τοιαύταις κρίσεσιν
οὐκ ἀπόστασιν, ἀλλ’ ἔκκρισιν ἀπαντῆσαι. δεύτερον δ’ εἰ χρόνιον
καὶ βραδύ· σὺν ἀποσκήμμασι γὰρ εἰώθασι τὰ τοιαῦτα
καθίστασθαι, καὶ μάλισθ’ ὅταν οὖρα λεπτὰ καὶ ὠμὰ πολὺν
χρόνον οὐρῶσιν. εἰ γὰρ πολλὴν καὶ χρηστὴν ὑπόστασιν ἔχοντα,
πεφθῆναι μᾶλλον εἰκὸς κατὰ βραχὺ τὴν νόσον, οὐκ εἰς ἀπόστασιν
ὁρμῆσαι. τούτων δὲ διωρισμένων ἐφεξῆς σκεπτέον, εἰ μὲν
ἐκκρίσει μέλλει κριθήσεσθαι, πότερον αἱμοῤῥαγία τις, ἢ ἱδρὼς,
ἢ ἔμετος, ἢ διαχώρησις ἔσται γαστρός· εἰ δ’ ἀποσκήμματι,
ποῖον μόριον, ἢ ἄρθρον ὑποδέξεται τὴν ἀπόστασιν. ἐπὶ δὲ
τῶν ἐκκρίσει μελλόντων κρίνεσθαι χρὴ διχῶς διορίζεσθαι, τοῖς
τε τῆς ἐσομένης τῆς ἐκκρίσεως σημείοις, εἰ παρείη, καὶ τοῖς
τῶν ἄλλων, εἰ μὴ παρείη. βεβαιότερον γὰρ ἐλπίσεις τὸν ἑκάστοτε
προδηλούμενον τρόπον τῆς κρίσεως, ἂν μηδεὶς τῶν ἄλλων
περιέλκῃ. χρὴ τοίνυν ἐμὲ μὲν ἐφ’ ἑκάστου τὸν ἴδιον εἰπεῖν,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]