De Crisibus (On Crises)
Kühn 1825
αὐτῶν, ἥτις ἂν ἐπικρατήσῃ μᾶλλον, ἢ ὁμοίως ἑκατέρωθεν,
ὅταν ἴσα πως ᾖ τὰ γνωρίσματα. μὴ παρόντων δὲ τῶν ἐμετικῶν
σημείων, ἱδρῶτας μόνον προσδέχεσθαι, καὶ μᾶλλον, ἐπειδὴ
παραπαίωσιν οἱ κάμνοντες ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ
θερμότερα τὰ ἐκτὸς καὶ ἐρυθρότερα γίνεται καί τις ἀτμὸς
ἀνίησι θερμὸς, οἷος οὐ πρόσθεν. εἰ δὲ καὶ κυματώδης ὁ
σφυγμὸς γίνοιτο καὶ μαλακὸς ἐπισήμως, ἔτι μᾶλλον ἐλπίζειν
ἱδρῶτας. ὁ σκληρὸς δὲ σφυγμὸς ἐμέτους μᾶλλον ἢ ἱδρῶτας
προδηλοῦν εἴωθεν· ὁ μὲν γὰρ ὑψηλὸς ἁπάσης ἐκκρίσεώς ἐστι
γνώρισμα, καθάπερ καὶ ὁ σφοδρός. μέγας δὲ εἴπερ εἴη, τῆς
ἔξω κινήσεως μᾶλλον ἢ τῆς ἔσω σημεῖόν ἐστι. διττῆς δ’
οὔσης ἑκατέρας, τῆς μὲν ἔξω δι’ αἱμοῤῥαγίας καὶ ἱδρώτων,
τῆς δ’ εἴσω ῥοπῆς διὰ γαστρὸς καὶ στομάχου, κυματώδης
μὲν σφυγμὸς ἱδρῶτας, μέγας δὲ ἁπλῶς αἱμοῤῥαγίας προδηλώσει.
τῆς δ’ εἴσω ῥοπῆς ἐπικρατούσης, ὅταν μὲν ἀπῇ τὰ
τῶν ἐμέτων σημεῖα, διαχωρήσει γαστρὸς ὁ τοιοῦτος κριθήσεται·
παρόντων δὲ δι’ ἐμέτων μᾶλλον. εἰ δὲ καὶ ταῦτα παρείη,
καὶ ἡ γαστὴρ ἐπισήμως ὑπίῃ, δι’ ἀμφοτέρων. ἀνώμαλος δὲ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]