
De Crisibus (On Crises)
Kühn 1825
θερμὸν αἱμοῤῥαγίας ἴδιον. οὕτω δὲ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια
σπλάγχνων αἱ φλεγμοναὶ τῶν αἱμοῤῥαγιῶν εἰσιν αἴτιά
τε ἅμα καὶ σημεῖα, μέλλοντός γε κριθήσεσθαι τοῦ νοσήματος
ἐκκρίσεσιν. εἰ δὲ τὸ μὲν ἀνάπαλιν αἱμοῤῥαγοῖ, οὐκ ἀγαθόν
ἐστιν. τὸ δὲ κατ’ ἴξιν ἀγαθὸν, ὡς Ἱπποκράτης λέγει καὶ
ἡ πεῖρα διδάσκει, ῥᾷστον ἤδη σοι καὶ τὸν αἱμοῤῥαγήσοντα
προειπεῖν μυκτῆρα, ἀφορμὴν τῆς αἱμοῤῥαγίας ἐξευρόντα.
δεξιὸν μὲν γὰρ ὑποχόνδριον ἐκ δεξιοῦ μυκτῆρος ἀγαθὴν ἐπιφέρει
τὴν κρίσιν, ἀριστερὸν δὲ ἐξ ἀριστεροῦ. μεμάθηκας δ’ ἔμπροσθεν
ἤδη τά τε τῶν κακῶν καὶ τὰ τῶν ἀγαθῶν κρίσεων
σημεῖα. τί δὴ οὖν ἔτι χαλεπὸν εἰπεῖν τὸν αἱμοῤῥαγήσοντα
μυκτῆρα, καὶ τοῦ μέρους τοῦ πεπονθότος ἀκριβῶς γνωρισθῆναι
δυναμένου, καὶ τοῦ τῆς κρίσεως ἤθους οὐκ ἂν λαθόντος
καὶ τῶν αἱμοῤῥαγικῶν σημείων ἐναργῶς φαινομένων;
ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς ἡλικίας καὶ τῆς ὥρας καὶ
τῆς χώρας καὶ τῆς φύσεως τοῦ κάμνοντος ἱκανὰ προδηλοῦν
τὴν ἐσομένην αἱμοῤῥαγίαν. αἱμοῤῥαγίας μὲν δὴ καὶ ἐμέτων
ἀκριβῆ τε καὶ ἴδια τὰ γνωρίσματα, δευτέρων δ’ ἐπὶ τούτοις
τῶν ἱδρώτων. εἰ δέ γε διὰ γαστρὸς κρίσις ἔσεσθαι μέλλει, πρόδηλον
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]