De Crisibus (On Crises)
Kühn 1825
μὲν οὐδὲν οὕτως οὐδὲ ἴδιον, ἀλλ’ ἐκ τοῦ παρεῖναι μὲν
τὰ τῆς κρίσεως σημεῖα, μὴ παρεῖναι δὲ τῶν ἐμέτων, ἢ τὰ τῆς
αἱμοῤῥαγίας, ἢ τὰ τῶν ἱδρώτων, ἔνεστι συλλογίσασθαι. καί
τοι κᾂν εἰ μηδὲν ἐκείνων παρείη, οὔπω τοῦτο μόνον, ἀλλὰ
καὶ δὴ αἱμοῤῥοΐδος ἐγχωρεῖ γενέσθαι τὴν κρίσιν, ἢ γυναιξὶν
ἐπιμηνίων, οὐ μὴν ἀδύνατον οὐδὲν διορίζεσθαι. βάρος μὲν
γὰρ ἐπίσημον ὀσφύος καὶ ἄλγημα καὶ τάσις ἐνταῦθα προηγεῖται
τῶν ἐπιμηνίων. αἱμοῤῥοῒς δὲ οὐ πᾶσι σύνηθές ἐστιν,
ὅσοις οὖν ἐστι, τούτοις μόνοις οὐκ ἄν τις ῥᾳδίως διορίσειε.
τοῖς δ’ ἄλλοις ἅπασιν, ἐπειδὰν μὲν παρῇ πέψεώς τε καὶ κρίσεως
σημεῖα, μὴ παρῇ δὲ ἐμέτων ἢ αἱμοῤῥαγίας ἢ ἱδρώτων,
ἐκταραχθήσεται πάντως ἡ γαστήρ. οὕτω μὲν δεῖ διακρίνειν
ἴδιά τε καὶ κοινὰ τρόπων κρίσεως γνωρίσματα τῶν ἐκκρίσει
δηλονότι μελλόντων κριθήσεσθαι νοσημάτων. εἰ δὲ εἰς ἀπόσκημμα
τρέποιτο, κοινὰ μὲν ἅπαντα γνωρίσματα, σωτηρίως
τοῦ κάμνοντος ἔχοντος, τὸ μήτε λύεσθαι τὸ νόσημα μήτε
οὖρον πολὺ καὶ πολλὴν ὑπόστασιν ἔχον, ἀλλ’ ὠμὸν καὶ λεπτὸν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]