De Crisibus (On Crises)
Kühn 1825
νόσον καὶ τὴν εἰς μῆνας ἕξ ἐκταθησομένην καὶ συμπάσας
τὰς μεταξὺ τὸν πρῶτον μόνον παροξυσμὸν ἔχειν ἀρχήν. ὡς
γὰρ οὐδ’ ἐπίδοσιν, οὐδ’ ἀκμὴν, ἢ παρακμὴν ἰσόχρονον
ἅπαντα κέκτηται τὰ νοσήματα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον
οὐδ’ ἀρχήν. οὐ μὴν οὐδὲ τὸν πρῶτον ὑπερβάς τις παροξυσμὸν,
εἶθ’ ἕξει τοι περιγράψαι τὴν ἀρχήν. εἰ γὰρ ὁ δεύτερος
εὐθὺς διαδέχοιτο τὰ τῆς αὐξήσεως ἔχων γνωρίσματα,
καὶ μετ’ αὐτὸν ὁ τρίτος τε καὶ τέταρτος, οἵ τ’ ἄλλοι σύμπαντες
οἱ ἐφεξῆς, ὁ τὸν πρῶτον παροξυσμὸν παραλιπὼν, ὡς
οὐκ ἀρχὴν, ἢ πάντα τὸν μεταξὺ χρόνον, ἄχρι τῆς ἀκμῆς ἀρχὴν
εἶναι φήσειε, καὶ οὕτως ἀπόλλυται παντάπασιν ἡ ἀνάβασις,
ἢ ποῖ πρῶτον παύσει τὴν ἀρχὴν οὐκ ἔθ’ ἕξει λέγειν.
τίς οὖν ἡ τῆς ἀπορίας ἴασις; εἰ μὲν ἐκμανθάνειν ἐβούλοντο τὰ
πρὸς Ἱπποκράτους γεγραμμένα σημεῖα, ταχεῖα ἂν ἐγένετο ἡ
διδασκαλία. νυνὶ δὲ πρὸς τῷ μὴ βούλεσθαι μαθεῖν τὰ πρὸς
Ἱπποκράτους γεγραμμένα ὀρθῶς, ἔτι τε καὶ διαβάλλειν ἐπιχειροῦσιν,
ἂν μὴ γινώσκουσιν. ἀλλ’ ἐκείνοις μὲν ἀδύνατος ἡ
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]