De Crisibus (On Crises)
Kühn 1825
εἰ γὰρ ἤτοι πυῤῥὸν ἀκράτως, ἢ μηδόλως ὑπόπυῤῥον, ἀλλὰ
καὶ κατὰ τὴν τῶν ἐδηδεσμένων εἴη χροιὰν, ἤτοι πλέον εἰς τὴν
γαστέρα συῤῥεῖν ὠχρᾶς χολῆς, ἢ μηδόλως ὑπιέναι δηλώσει.
τούτων δὲ τὸ μὲν πρότερον, εἰ μὲν κατ’ ἀρχὰς γίγνοιτο, χολωδεστέραν
ἐνδείκνυται τὴν νόσον· εἰ δ’ ἐν τοῖς τῆς παρακμῆς
χρόνοις, ἐκκαθαίρεσθαι χρηστῶς τὸ σῶμα. περὶ μὲν δὴ τούτων
ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον διορισθήσεται· τὸ δὲ ἄπεπτον
διαχώρημα τὸ λεπτὸν καὶ τραχὺ καὶ ἀχύμωτόν ἐστι,
καὶ τὴν τῶν ἐδηδεσμένων διαφυλάττον ποιότητα. τρίτον δ’
ἐπὶ τούτοις ἐστὶ γένος διαχωρημάτων τὸ μηκέτι ἐκ τῆς τῶν
σιτίων διαθέσεως, ἀλλ’ ἐκ τῶν συῤῥεόντων εἰς τὴν γαστέρα
περιττωμάτων ἐκ παντὸς τοῦ σώματος ἐνδείκνυσθαί τι δυνάμενον,
οἷόν περ καὶ τὸ πυῤῥὸν ἀκράτως, ὡς ὀλίγον ἔμπροσθεν
ἐλέγομεν. ἀλλὰ τοῦτο μὲν ὅταν ὁ τῆς πικρᾶς χολῆς χυμὸς
ἄκρατός τε καὶ πολὺς εἰς τὴν γαστέρα συῤῥέῃ, γίγνεται·
τὸ χλωρὸν δὲ τῆς ἰώδους χολῆς ἐστι γνώρισμα, καθάπερ
γε τὸ μέλαν ἤτοι τῆς μελαίνης, ἤ τινος αἵματος αὐτόθι
κατοπτηθέντος. εἰ δ’ οἷον πελιδνόν τε φαίνοιτο κατὰ τὴν
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]