De Crisibus (On Crises)
Kühn 1825
ψυχθέντα, καὶ οἷον νεκρωθέντα, καθάπερ τοῖς τε πρεσβυτέροις
καὶ τοῖς ἄλλοις ὁπωσοῦν ἰσχυρῶς ψυχθεῖσι. καὶ γὰρ
οὖν καὶ αὐτῶν ὅλων τῶν οὔρων ἡ μέλαινα χρόα, καὶ προσέτι
τῶν ἐναιωρουμένων αὐτοῖς, ἢ ἐποχουμένων νεφελῶν, εἰς τὰς
αὐτὰς αἰτίας ἀνάγεται, θερμασίαν, ἢ νέκρωσιν ἐκ καταψύξεως
ἰσχυρᾶς. κάκιστον μὲν δὴ σύμπαν τὸ οὖρον μελανθὲν,
ὥστε οὐδένα οἶδα σωθέντα τῶν τοιοῦτον οὐρησάντων,
ἧττον δ’ ὀλέθριον ἡ ὑπόστασις αὐτοῦ μόνη μελανθεῖσα.
ταύτης δ’ ἐστὶν ἧττον ἐναιώρημα μέλαν, ἔτι δ’ ἧττον ἡ
νεφέλη. τὸ δ’ αὖ χλωρὸν χρῶμα κατὰ τὴν ἐπὶ τὸ μέλαν
ὁδὸν γίνεται, καὶ ἔστιν ὥσπερ οἷον προοίμιον τοῦ μέλανος.
εἰ γὰρ κακόηθες εἴη τὸ νόσημα, καὶ τοῖς ἐμέτοις καὶ τοῖς
διαχωρήμασι καὶ τοῖς οὔροις τοῖς χλωροῖς, ἐφεξῆς ἐπιφαίνεται
τὰ μέλανα. πελιδνὸν δὲ χρῶμα μόνης ψύξεως ἔκγονον,
ἡ δ’ αὖ δυσώδης ὀσμὴ σήψεως ἴδιον. εἰ δ’ οἷον ἔλαιον οὐροῖτο,
συντήξεως γνώρισμα. τὰ μὲν δὴ τοιαῦτα τῶν οὔρων
μοχθηρά· τὰ δ’ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]