De Crisibus (On Crises)
Kühn 1825
λευκὰς καὶ λείας καὶ ὁμαλὰς, ἢ νεφέλας τινὰς ὁμοίως, ἢ
ἐναιωρήματα ποιούμενα, πάντων οὔρων ἐστὶ τὰ χρηστότατα,
μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη, δεύτερα δὲ ὧν
ἐναιωρήματα, τρίτα δὲ ὧν αἱ νεφέλαι. ταῦτα μὲν οὖν τὰ
τῆς πέψεώς ἐστι γνωρίσματα, τὰ δ’ ἄλλα σύμπαντα τὰ μὲν
ἀπεψίας, τὰ δ’ ὀλέθρου. τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λεπτὸν
καὶ τὸ θολερὸν ἀπεψίας, τὸ δ’ αὖ κριμνῶδες καὶ τὸ πεταλῶδες
καὶ τὸ πιτυρῶδες καὶ τὸ μέλαν καὶ τὸ χλωρὸν καὶ τὸ
πελιδνὸν καὶ τὸ ἐλαιῶδες καὶ τὸ δυσῶδες ὀλέθρου, τὸ δ’
ὑπόπυῤῥόν τε καὶ ὑπόξανθον ἔτι καὶ λεπτὸν, ᾗ μὲν λεπτὸν,
ἄπεπτον, ᾗ δὲ τῇ χρόᾳ τοιοῦτον, ἤδη πέπεπται. μέσον δ’
ἐστὶ τῶν ἀκριβῶς ἀπέπτων τε καὶ πεπεμμένων, ὥσπερ δὴ καὶ
οἷς λευκὰ μὲν ἐναιωρήματα καὶ λεῖα, διεσπασμένα δὲ καὶ μὴ
συνεχῆ. τοῦτο μὲν δεῖ κᾀν ταῖς ὑποστάσεσι θεωρεῖν, εἰ μὴ
λευκαὶ καὶ λεῖαι μόνον, ἀλλὰ καὶ εἰ παντοίως ὁμαλαὶ, τῷ τε
μὴ διεσπάσθαι κατά τι καὶ τῷ διὰ παντὸς γίνεσθαι τοῦ χρόνου
τοιαῦται. εἰ γὰρ ἐναλλὰξ οὐροῖτο καθαρὰ τοῖς ὑφισταμένοις,
Work
Title: De Crisibus
English: On Crises
Original: Περὶ κρίσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 550-768
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_077.xml [443 Kb]